Επιλύχνιος Ευχαριστία (Φως ιλαρόν)

Φως ιλαρόν αγίας δόξης Αθανάτου Πατρός, ουρανίου, αγίου, μάκαρος, Ιησού Χριστέ, Ελθόντες επί την ηλίου δύσιν, ιδόντες φως εσπερινόν, υμνούμεν Πατέρα, Υιόν και Άγιον Πνεύμα, Θεόν. Άξιόν Σε εν πάσι καιροίς υμνείσθαι φωναίς αισίαις Υιέ Θεού, ζωήν ο διδούς• διό ο κόσμος Σε δοξάζει».

Μενού

...«Αδιαλείπτως προσεύχεσθε, εν παντί ευχαριστείτε· τούτο γαρ θέλημα Θεού εν Χριστώ Ιησού εις υμάς», Απ. Παύλος, Α' Θεσ. 5-17
*Συνεχώς καινούρια θέματα ... κοινοποιήστε τα θέματα που σας αρέσουν*

Σάββατο 29 Ιουνίου 2024

Παρακλητικός Κανών εις τον Άρχοντα της Ειρήνης Κύριον Ημών Ιησούν Χριστόν Υπέρ των Επηρεαζομένων εκ Νοσηρών Καταστάσεων Φοβίας και Επηρειών του διαβόλου


Ποίημα του Μητροπολίτου Εδέσσης Ιωήλ

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ ἐξῆς τροπάρια·

Ἦχος δ΄. Ὁ Υψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν παντοκράτορα Θεὸν καὶ Σωτῆρα, τὸν χορηγὸν τῶν ὑπὲρ νοῦν δωρημάτων, τὸν τῆς εἰρήνης ἄρχοντα οὐράνιον, δεῦτε ἱκετεύσωμεν, ἐκ βαθέων οἱ πάντες, κράζοντες καὶ λέγοντες· τὴς φοβίας τὴν νόσον, καὶ τῶν δαιμόνων πᾶσαν ἀπειλήν, ἐκ τῶν σῶν δούλων, Χριστέ μου διάλυσον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ή άκροστιχίς·
Φοβίας νόσον Σώτερ, ἀφ’ ἡμῶν δίωξον. Ἰωήλ.

ᾨδὴ α΄. Ἤχος πλ. δ΄. Ύγρὰν διοδεύσας.
Ἐν ἑκάστω τῶν τροπαρίων λέγομεν·
Δέσποτα Χριστὲ ἐλέησον τοὺς δούλους σου.

Φοβίας ψυχῆς μου τῆς χαλεπῆς, καὶ σώματος κλόνου, Ἰησοῦ μου παμβασιλεῦ, θεράπευσον δέομαι ὁ τάλας, ὡς ἀνυμνῶ ἐγκαρδίως τὴν χάριν σου.

Ὁ νοῦς μου ταράττεται λογισμοῖς, πολλῶν νοημάτων, φοβοφόρων Χριστὲ Σωτῆρ, διὸ τὴν σὴν ῥώμην ἐξαιτοῦμαι, ἵνα διέλθω ταράχου τὸ πέλαγος.

Βοήθειαν δίδου μοι ταχινῶς, ὡς ἄρχων εἰρήνης,  Ἰησοῦ μου καὶ χορηγός, νικῆσαι τὸ πνεῦμα ἀκηδίας, μελαγχολίας ὀμοῦ καὶ στενώσεως.

Θεοτοκίον.
Ἰάτρευσον Κόρη ταῖς σαῖς λιταῖς, τοὺς δούλους σου πάντας, τοὺς ἀλγοῦντας ἐκ τῶν δεινῶν, ψυχῆς νοσημάτων ἐπωδύνων, καὶ τῶν φρενῶν ἀλλοιώσεως Πάναγνε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀποῤῥήτους τὸν φόβον, καὶ τῶν ποδῶν ἔκλυσιν, πάλαι Δανιὴλ τοῦ προφήτου, ὄλως ἠφάνισας, τῷ σῷ ἀγγέλῳ Σωτήρ, διὸ ἡμῶν τὰς νευρώσεις, τὰς ποικίλας ἴασαι, τῇ εὐσπλαγχνίᾳ σου.

Συστροφὰς διανοίας, καὶ τοῦ νοὸς ἄλογον, τὰς δαιμονικὰς ὑπονοίας, καὶ τὴν ὐπόπτευσιν, ἀνυπόστατων δεινῶν, Φιλανθρωπότατε Σῶτερ, ἐκ τῶν ὐπηκόων σου, ταχὺ ἀφάνισον.

Νοσηρᾶς καταστάσεις, ὡς ζωοπάροχος πρόφθασον, τῆς αὐτοχειρίας Χριστέ μου, καὶ ἀπογνώσεως, τῶν ἀλγουμένων σφοδρῶς, νενοσηκότων σου δούλων, τῶν ἀεὶ αἰτούντων σου, ψυχὴς τὴν ἄνεσιν.

Θεοτοκίον.
Ὁ ἀρχέκακος ὄφις, ὁ τῶν κακῶν αἴτιος, ἄλγεσι νευρῶν καταβάλλει, ψυχᾶς καὶ σώματα, πολλῶν ἀνθρώπων Ἁγνή, τούτων πικραίνων τὸν βίον, ἀλλὰ ταῖς πρεσβείαις σου, αὐτοὺς διάσωσον.

Διάσωσον ἐξ ἀπωλείας, πανάγαθε Παντοκράτορ, τοὺς ἐν λάκκῳ τῶν πειρασμῶν, πεσόντας ἱκέτας σου, καὶ ίασαι τῆς ψυχῆς αὐτῶν ἄλγος.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Τῶν δούλων τῶν σῶν, Χριστὲ ἀπειροδύναμε, ἰσχὺν τῆς ψυχῆς, καὶ σώματος τὸ εὔρωστον, τῇ πανθενεῖ σου χάριτι, ἐκ ποικίλων νευρῶσεων φύλαττε, σὺ γὰρ ὐπάρχεις ὠς Δημιουργός, πηγὴ δωρεῶν ἠ ἀνεξάντλητος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σαλευθείσαν καρδίαν μου, ἐκ τῶν ἀδοκήτων κακῶν Πανάγαθε, τῇ ἀμάχῳ προστασίᾳ σου, εὔθυνον πρὸς τρίβον εἰρηνεύσεως.

Ὁ εχθρὸς ἐπιτίθεται κατὰ τῶν πλασμάτων τῶν λατρευόντων σε, ἀλλὰ τοῦτον καταπόντισον νεύσει θεϊκῇ Χριστὲ μου τάχιστα.

Νοσημάτων Τρισάγιε, τῶν μεταβαλόντων ψυχῆς τὸ εὔτονον, καὶ τοῦ σώματος εὐστάθειαν, κάμψον σὺ ὡς οἴδας τὴν ἐνέργειαν.

Θεοτοκίον.
Σωτηρίας τὸν εὔδιον, σὲ τὴν Θεοτόκον λιμένα ἔχοντες, ἀπογνώσεως τὰ κύματα, προσδοκῶμεν στῆσαι ταῖς πρεσβείαις σου.

ᾨδή ε’. Φώτισον ἠμᾶς.
Ὥσπερ τοὺς πολλούς, ἐκ τῶν νόσων ἠλευθέρωσας, τῇ χειρί σου ἐπ’ αὐτοὺς ἐπιτιθείς, οὔτω σῶσον καὶ τοὺς πάσχοντας ἐκ θλίψεως.

Τῷ ἀπελπισμώῷ, συνεσχέθημεν Φιλάνθρωπε, ἐπηρεία τοῦ ἀρχαίου πτερνιστοῦ, διὸ ἴλεως γενοῦ ἡμῖν τοῖς δούλοις σου.

Ἔμφυτον Χριστέ, τὴν σὴν ἔχων ἀγαθότητα, μὴ ἐάσης τοὺς πιστούς σου ὐμνητάς, ἐμπεσεῖν ἐν τῇ παγίδι τῆς συγχύσεως.

Θεοτοκίον.
Ῥήσεις ἐμπαθεῖς, βλασφημίας τα νοήματα, Θεοτόκε ἀπομάκρυνον λιταῖς, έκ νοός μου ἵνα τύχω τῆς λυτρώσεως.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀφρόνως, ὐπὸ ληστῶν ἐσυλήθην, λογισμῶν τῶν ἀκαθάρτων πνευμάτων, καὶ ἐμπλησθεὶς συντριμμοῦ ἀναιτίου, καὶ της ἀφρόνου δειλίας Πανάγαθε, διὸ παράσχου μοι χαράν, τὴν διώκουσαν πᾶσαν κατήφειαν.

Φασμάτων ἀνυποστάτων ἰδέας, καὶ ἀκαίρου τελευτῆς τὰς νοήσεις, τὰς ὐποψίας δεινῶν νοσημάτων, καὶ ἐνθυμήσεις Χριστέ μου του δράκοντος, τῇ δεξιᾷ σου κραταιῶς, ἀφ’ ἠμῶν τῶν σῶν δούλων ἀπόστησον.

Ἡ μνήμη, τῶν ψυχοφθόρων παθῶν μου, ἐκταράσσει τὴν ψυχήν μου ἐπωδύνως,  καὶ ἐμποιεῖ λογισμοὺς τῆς φοβίας, καὶ ἐκμειοῖ τὸν σωτήριον φόβον σου, εἰς τὸ τηρεῖν τὰς ἐντολάς, ἀλλὰ δίδου μοι δύναμιν Κύριε.

Θεοτοκίον.
Μὴ παύση, ποδηγετοῦσα με Μῆτερ, πρὸς τὴν τρίβον μετάνοιας τὴν θείαν, καὶ μὴ ἐλλείπης ταῖς σαῖς ἱκεσίαις, διαφωτίζουσα νοῦν μου τὸν ἄστατον, τοῦ συνιέναι τὸ σεπτόν, τοῦ Υἱοῦ σου καὶ ἅγιον θέλημα.

Διάσωσον ἐξ ἀπωλείας, πανάγαθε Παντοκράτορ, τοὺς ἐν λάκκῳ τῶν πειρασμῶν, πεσόντας ἱκέτας σου, καὶ ἴασαι τῆς ψυχῆς αὐτῶν ἄλγος.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμήνευτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἰμάτων σου.

Οἱ πεπληγότες θανάτου νοήμασι, καὶ συντριβέντες φοβίας τοῖς πνεύμασι, πρὸς σὲ καταφεύγουσι λέγοντες· ἐκ τῶν ὀνύχων ἐξάρπασον Δέσποτα, δαιμόνων ἀτέγκτων τοὺς δούλους σου.

Προκείμενον.
Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Στίχος. 
Ἤλπισεν ὴ ψυχή μου ἐπὶ τον Κύριον.

Εύαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. δ΄, 22-25).

Τὠ καιρῶ ἐκείνω, περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. Καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς·  καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.

Δόξα.
Πάτερ Λόγε Πνεῦμα, Τριὰς ὴ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

ΣτίχοςἘλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δέσποτα Πανάγιε, Δημιουργὲ τῶν ἀπάντων, τοῦ Πατρὸς Συνάναρχε, καὶ Ἁγίου Πνεύματος Συναΐδιε, Ἰησοῦ πάνσοφε, Σῶτερ τῶν μερόπων, τοὺς πεσόντας ἐν ταῖς θλίψεσι, τῶν περιστάσεων, σχόντας δὲ φοβίας τὸν τάραχον, καὶ πάντας Πολυέλεε, τοὺς πληγέντας βίου τοῖς ἄγχεσι, καὶ τοὺς ἐκζητοῦντας, ἐν πίστει τῆς ψυχῆς ἀπαλλαγήν, ἐκ τῆς φρικτῆς ἀπογνώσεως, σῶσον τῇ δυνάμει σου.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς  Δεσπότης τῶν πάντων, πανουργίας δαιμόνων, καὶ τυραννίδος ὀμοῦ, τῆς πλάνης τοῦ νοός μου, ἀθέσμων ἰνδαλμάτων, καὶ ἐμμόνου θελήματος, τῆς φιλοῦλου ψυχῆς, ἀπάλλαξόν με τάχει.

Νυσταγμὸν διανοίας, καὶ τῆς γνώμης τὸ χαῦνον, καὶ συνειδότος πληγάς, κλυδώνιον παθῶν μου, καὶ σώματος ὀρέξεις, καὶ τὸ ἄστατον φρόνημα, Παμβασιλεῦ Ἰησοῦ, λυθῆναι δέομαί σου.

Δεδοικώς τὴν σὴν κρίσιν, τὴν ἀδέκαστον Σῶτερ, ἐν τῇ μελλούσῃ ζωῇ, ού παύομαι ἐν λόγοις, θερμοῖς ἀναβοῶ σοι, λυτρωθῆναι κολάσεως, τοῦ αἰωνίου πυρός, καὶ σκότους της ἀβύσσου.

Θεοτοκίον.
Ἰαθῆναι Παρθένε, ταῖς λιταῖς σου ἐλπίζω, ὸ ἐν τῷ λάκκῳ πεσών, φοβίας παραλόγου, καὶ τῆς ἀπελπισίας, τῆς οίκτρῶς τυραννούσης με, καὶ ἐννοιῶν σκοτεινῶν, πλανῶν του ἀρχεκάκου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς τὴς εἰρήνης, ὁ χορηγὸς Ἰησοῦ μου, καταπράυνον ἡμᾶς τοὺς ἐν τῇ ζάλῃ, καταβυθισθέντας, τῶν μεριμνῶν τοῦ βίου.

Ξυλοκεράτοις, τῆς ἀμαρτίας ἐτράφην, καὶ ὠς ἄσωτος λιμώττω καθ’ ἑκάστην, διὰ τούτο Σῶτερ, γενοῦ μοι σιτοδότης.

Ὁλοκαρδίως, πρὸς σὲ Πανάγαθε τείνω, τὴν καρδίαν καὶ τὸν νοῦν μου ἱκετεύων, ῥύου τοὺς σοὺς δούλους, τῶν ἐκτροπῶν τοῦ βίου.

Θεοτοκίον.
Νηδὺν Παρθένε, τὴν σὴν ἁγίαν οἰκήσας, ὑπὲρ φύσιν ὁ Σωτῆρ ἀνθρώποις ὤφθη, ὃν ἀεὶ δυσώπει, ὑπὲρ τῶν σὲ τιμώντων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσαι θέλων ὄντως, πάθος ἀϋπνίας, τὸ κατατρῦχον ψυχῆς μου τὸ εὔτονον, ἐκδυσωπῶ σε Χριστέ μου, ἐπιστηρίξαι με.

Ὡς ἔχων ἐξουσίαν, παίδων τὰς φοβίας, ἐν τῇ νυκτὶ καὶ καθ’ ὔπνον διάλυσον, διασκεδάζων ὀνείρων Χριστὲ φαντάσματα.

Ἠδέως τὴν σὴν σκέπην, Κύριε παντάναξ, οἰ ἀῤῥωστοῦντες ἐκ πάσης στενώσεως, καὶ ἐπηρείας δαιμόνων ἐπιδιώκουσι.

Θεοτοκίον.
Λαοὶ φυλαὶ καὶ γλῶσσαι, σὲ τὴν Θεοτόκον, εἰς τοὺς αἰῶνας τοῖς ὔμνοις γεραίρουσιν, ὀτι Χριστὸν τὸν Δεσπότην ἡμῶν ἐκύησας.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δέσποτα Πανάγιε Ίησου, τῶν άνθρώπων πάντων, ἀπροσμάχητος βοηθός, τοὺς ἐν ἀσθενείᾳ, τῆς νοσηρᾶς φοβίας, ἀπάλλαξον δυνάμει, τῇ σῇ καὶ χάριτι.

Κύριε καὶ Δέσποτα Ἰησοῦ, τας πικράς ἐννοιας, καὶ θελήματα χαλεπά, τῆς αὐτοχειρίας, ἐκ τῶν νενοσηκότων, εἰς τὴν ζωῆς ἐλπίδα, σὺ μεταποίησον.

Παίδων ὦ Πανάγαθε Ἰησοῦ, ὔπνον ταραχώδη, καὶ ἐνύπνια ὀχληρά, ἔπαρον ταχέως, καὶ δὸς αὐτοὶς γαλήνην, ἐλπίδα τὴν βεβαίαν, καὶ ἀγαλλίασιν.

Πᾶσας τὰς ἐν βίῳ ἐπιβουλάς, τῶν ἀντικειμένων, τοὺς τάραχους τὰς ἀπειλᾶς, καὶ τὰς ἐνεργείας, τὰς καθ’ ἡμῶν Σωτῆρ μου, μὴ παύση ἐδαφίζων, ὡς πάντων Κύριος.

Ἄχθος τῶν πραγμάτων τῶν ὐλικῶν, τὰς ἀποτυχίας, ἐν τῷ βίῳ καὶ ἐμμονήν, τῆς ἀπελπισίας, τῶν νέων Ἰησοῦ μου, ὠς τούτων ὁ προστάτης, τελέως σύντριψον.

Τοὺς ἐν τῇ καμίνῳ τῶν πειρασμῶν, Κύριε Θεέ μου, καὶ τοὺς πάσχοντας ἐξ ἀλγῶν, νόσων ἀνιάτων, καὶ πάσης μαγγανείας, τῶν πονηρῶν ἀνθρώπων, ἀπελευθέρωσον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ὁ Ἱερεῦς μνημονεύει ὡς εἴθισται καὶ ἐν ταῖς αἰτῆσεσι προσθέτει καὶ τὴν ἀκόλουθον.

Ἕτι δεόμεθα καὶ ὑπὲρ τῶν ἐπηρεαζόμενων ὐπὸ τῶν καταστάσεων τῆς φοβίας, τῆς κακουργίας τῶν πονηρῶν πνευμάτων, τῆς ἀπειλὴς τοῦ βιαίου θανάτου, τῆς ἀπελπισίας, τοῦ έσωτερικοῦ νοσηροῦ συντριμμοῦ τῆς κοπιώδους ἐν τῇ νυκτὶ ἀϋπνίας καὶ τῆς αὐτοχειρίας καὶ ὑπὲρ τοῦ ἐλθεῖν ὲπ’ αὐτοὺς πνεῦμα εἰρήνης καὶ χάριτος, πνεῦμα σωφροσύνης καὶ συνέσεως, πνεῦμα χαρᾶς καὶ ἀγαλλιάσεως, Πνεῦμα Θεοῦ.

Τελευτησάσης τῆς μνημονεύσεως προσθέτει καὶ τὰς εὐχὰς τὰς ἀρμοζούσας τῇ περιστάσει.

ΕΥΧΗ ΕΙΣ ΠΑΝ ΕΙΔΟΣ ΦΟΒΙΑΣ
ΚΑΙ ΠΑΡΑΛΟΓΟΥ ΣΥΝΤΡΙΜΜΟΥ

Τοῦ Κυρίου δεηθώμεν.
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἐλθὼν ἐν τῷ κόσμῳ, ἵνα λύσης τὰ ἔργα τοῦ σκότους τῶν ἀνθρωποκτόνων δαιμόνων καὶ ὁδοποιήσης πάση σαρκὶ τὴν σωτηρίαν, ὁ κλίνας οὐρανοὺς καὶ τὴν ἀνθρωπείαν προσλαβόμενος φύσιν, ἵνα τὰ ἐλλείποντα ἀναπληρώσης καὶ θεραπεύσης τὰ ἀσθενῆ, ὁ διακρατῶν ἐν τῇ χειρί Σου τὰ σύμπαντα καὶ τρέφων μετ’ ἐπιστήμης τὰ ὄντα, ὁ στήσας τὴν κατήφειαν τῆς ζωῆς ἡμῶν, ὁ διὰ τῆς Σῆς παρουσίας ἰάσας τὰ συντρίμματα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ὁ τὰ λυπηρὰ παύσας καὶ τῶν φαιδρῶν γενόμενος ἡ ἀρχή, πρόσδεξαι τὴν δέησιν ἡμῶν καὶ ἴασαι τῇ κραταιᾷ δυνάμει Σου τὸ τῆς φοβίας πάθος τοῦ δούλου Σου (τοῦδε) καὶ δὸς αὐτῷ τῆς χάριτος τῆς Σῆς τὴν χαρὰν καὶ ἀγαλλίασιν, εἰρήνην τὴν πάντα νοῦν ὐπερέχουσαν, σῶφρονα λογισμὸν καὶ καρδίαν νήφουσαν, φόβον ἀγαθὸν εἰς τὸ είδέναι τὰς ἐντολὰς Σου, ἄνεσιν βίου καὶ πλατυσμὸν τῆς ψυχής.
Διασκέδασον αὐτοῦ τοῦς ἀτόπους λογισμούς, νοήματα ἀκαίρου θανάτου, ὐπόνοιαν νοσηρὰν ἀνυποστάτων κινδύνων, γνώμην τὴν ἀπέλπιδα πρὸς ἔργα ἀγαθὰ καὶ Σοὶ εὐάρεστα, ὔπνον ταραχώδη καὶ φαντασμάτων πονηρῶν γέμοντα, ἰνδάλματα τῆς τοῦ εχθροῦ μαγγανείας, λύπην πρὸς αὐτοχειρίαν ὁδηγοῦσαν, μὴ κατὰ Θεὸν μονήρη βίον, ὀρμὰς ἀτάκτους καὶ ἐπαναστάσεις νοός, ἐπήρειαν δαιμονικὴν ἄλγη έπιφέρουσαν τοῖς ἀνθρῶποις ποικίλα καὶ πᾶσαν ἐπιβουλὴν κατ’ αὐτοῦ ὀρατήν τε καὶ ἀόρατον τὴν ἐκ τῆς φοβίας προερχομένην τοῦ δούλου σου τούτου.
Σὺ γὰρ εἶ ὁ λύσας τῶν Μυροφόρων τὸν φόβον, ὁ θαρσύνας τὸν ἐπὶ τῆς κλίνης παραλυτικόν, ὁ ἐπιδείξας εὐσπλαγχνίαν ἐπὶ τὴν χήραν τῆς Ναΐν, ὁ θανάτῳ θάνατον πατήσας, ὁ τῶν ἀγωνιζομένων ἔτοιμος βοηθός, ὁ εἰπὼν ὄτι μεθ’ ἡμῶν ἔσει πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, ὁ σκεδάσας πᾶσαν ἀῤῥωστίαν τῶν βροτῶν καὶ καταργήσας τὸ κράτος τοῦ ἐχθροῦ καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῶ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΕΥΧΗ ΕΤΕΡΑ
ΔΙΑ ΒΡΕΦΗ ΠΑΙΔΙΑ ΚΑΙ ΜΕΙΡΑΚΙΣΚΟΥΣ ΜΗ ΕΧΟΝΤΑΣ ΥΠΝΟΝ ΓΑΛΗΝΙΟΝ ΑΛΛ’ ΕΚΤΑΡΑΣΣΟΜΕΝΟΝ ΥΠΟ ΦΟΒΙΩΝ ΚΑΙ ΟΝΕΙΡΩΝ ΑΠΑΤΗΛΩΝ ΚΑΙ ΕΠΗΡΕΙΑΣ ΔΑΙΜΟΝΩΝ

Τοῦ Κυρίου δεηθώμεν.
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ τῶν παίδων φύλαξ καὶ χορηγὸς αὐτοὶς τῶν πρὸς αὔξησιν καὶ τελειοποίησιν ἀγαθῶν, ὁ τὰ βρέφη καὶ τὰ παιδία ἐναγκαλισάμενος μετὰ πατρικῆς ἀγάπης καὶ τιθεὶς ἐπ’ αὐτὰ τὰς ἀχράντους Σου χεῖρας, ὁ μὴ κωλύων ἔλθειν πρὸς σὲ τοὺς μειρακίσκους, ὁ τὴν ὤραν τῆς ἡλικίας αὐτῶν ὡς τέλειος ἄνθρωπος διελθών, ὁ καταθαμβώσας δωδεκαετὴς ὧν ἐν τῷ Ἱερῷ τοὺς σοφοὺς διδασκάλους, ὁ ἰατρὸς καὶ θεραπευτὴς πάσης ἀσθενείας, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, τὸ θάρσος τῶν δεδοικότων τὴν ένέργειαν τοῦ διαβόλου, ἡ χαρὰ τῶν νέων, ὁ διασκεδάζων πᾶσαν βουλὴν καὶ ἐπήρειαν τοῦ ἀντικειμένου, ἐπάκουσον ἡμῶν τῶν πρὸς σὲ δεομένων καὶ δὸς τῷ παιδίῳ τούτω ὔπνον εἰρηνικὸν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Ἀποδίωξον ἀπ’ αὐτοῦ πάντα τῶν πονηρῶν πνευμάτων τάραχον. Διασκέδασον πᾶσαν φοβίαν πονηράν, τρόμον καὶ ψυχικὸν συντριμμὸν αὐτῷ ἐμποιούσαν. Σόφισον αὐτὸ εἰς τὸ ἐπιγνῶναι τὰς παγίδας τοῦ ἐχθροῦ. Παύσον τὴν φενάκην τῶν ἀνυποστάτων ὀνείρων καί λῦσον τὸν ὄχλον τῶν οχληρῶν τοῦ νοὸς αὐτοῦ λογισμῶν.
Διανάστησον αὐτὸ ἐν τῇ πρωίᾳ ὑγιές, εἰρηνικὸν καὶ πάσης νυκτερινῆς στενώσεως ἄζυγον. Ἐτοίμασον αὐτὸ πρὸς ἐργασίαν τῶν ἐντολῶν σου, τῆς κατ’ ἄμφω σοφίας ποίησον δόκιμον θηρευτὴν καὶ πάσης τοῦ δεινοῦ βελίαρ παγίδος ἐλεύθερον.  Ναί, Κύριε Ἰησοῦ, ἀεὶ σκέπε τὸν δούλον σου τούτον έν τῇ σκέπῃ τῶν πτερύγων σου καὶ τῇ πρεσβείᾳ τῆς Ὑπεραγίας Θεοτόκου, τῆς Ἀχράντου καὶ Παναμώμου Μητρός σου καὶ πάντων τῶν Ἁγίων σου δῶρησαι αὐτῷ πᾶν σωτήριον ἀγαθόν.
Σὺ γὰρ εἶ, Κύριε, ὁ σκεπαστὴς τῶν μειρακίσκων, τῶν παιδίων ἡ βακτηρία καὶ τῶν βρεφῶν ἡ τροφὴ καὶ ἡ μέριμνα, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ Ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ Ζωοποιοιῷ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ ΕΤΕΡΑ
ΕΙΣ ΠΑΣΑΝ ΕΠΗΡΕΙΑΝ ΔΑΙΜΟΝΙΚΗΝ ΤΕ ΚΑΙ ΜΑΓΓΑΝΕΙΑΝ ΚΑΙ ΕΙΣ ΑΠΕΙΛΗΝ ΜΑΓΕΙΩΝ ΚΑΙ ΣΚΟΤΕΙΝΩΝ ΕΠΙΝΟΗΣΕΩΝ ΤΩΝ ΚΑΚΩΝ ΦΘΟΡΟΠΟΙΩΝ ΑΝΘΡΩΠΩΝ

Τοῦ Κυρίου δεηθώμεν.
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ ἐλθὼν ἐπὶ γῆς, ἵνα λύσης τὰ ἔργα τοῦ σκότους καὶ θεραπεύσης τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους καὶ δαιμονιζόμενους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, ὁ δοὺς τοῖς Ἀποστόλοις σου τὴν ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὁ καταβαλὼν τοὺς πονηροὺς δαίμονας λόγῳ, ὁ ἰατρὸς τῶν ἐνεργουμένων ἐν τοῖς Γαδαρηνοῖς, ὁ ἰάσας τὸν κωφὸν δαιμονιζόμενον, ὁ φανερώσας τὴν κακουργίαν τῶν ἀντικειμένων τῇ σωτηρίᾳ ἡμῶν νοητῶν αἰθιόπων, ὁ τὴν θυγατέρα τῆς Χαναναίας ἐλεήσας, ὁ τὸν σεληνιαζόμενον νέον τοῦ ὀλιγόπιστου πατρὸς ἐλευθερώσας, ὁ τῷ Σταυρῷ Σου καὶ τῇ σῇ Ἀναστάσει συντρίψας τὸ κράτος τοῦ ἐχθροῦ, ὁ εἰπῶν τοῖς μαθηταῖς σου ἐν τῷ ἀναληφθήναι σε ἐν τῷ οὐρανῷ, ὄτι ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβάλλετε, ὁ δοὺς ἡμῖν φάρμακον ἀλεξίκακον τὸν πανάγιον Σῶμα καὶ ζωοποιὸν Αἶμά σου, Δέσποτα τῶν ἀπάντων καὶ Κύριε οὐρανοῦ τε καὶ γῆς καὶ τῶν καταχθονίων, μὴ παρίδης τὴν δέησιν ἡμῶν τῶν ἀμαρτωλῶν δούλων σου, ἀλλ’ ἐπάκουσον ἡμῶν δεομένων σου ἐν συντριβῇ καρδίας καὶ ταπεινώσει πνεύματος δεόμενων σου καὶ ἀπάλλαξον τὸν δοῦλόν σου (δείνα) ἐκ τῆς τοῦ ἀρχεκάκου ἐχθροῦ ἐνεργείας. Λῦσον τὰς μαγγανείας καὶ μαγικὰς ἐπινοήσεις τῶν φθοροποιῶν ἀνθρῶπων τῇ συνεργείᾳ τοῦ διαβόλου κατὰ τοῦ ἐνεργουμένου δούλου σου. ΙΙαῦσον τὴν ζάλην καὶ τὴν σύγχυσιν τοῦ νοὸς αὐτοῦ. Ἀπέλασον τοὺς ἀπέλπιδας λογισμούς, τὰς ἀσθενείας καὶ τὴν ἐκ τοῦ βελίαρ φοβίαν τοῦ δούλου σου (τοῦδε) καὶ πάσαν ἄλλην ἀπειλὴν καὶ κακουργίαν τῶν στυγερῶν καὶ καταχθονίων πνευμάτων κατ’αὐτοῦ διασκέδασον.
Δὸς αὐτῷ εἰρήνην τῶν λογισμῶν, σώματος εὐεξίαν, ὐγιείαν κατ’ ἄμφω, φόβον Θεοῦ, ἀγάπην πρὸς Σέ, θέλημα καὶ πράξεις ἀγαθάς, ζωήν εὐσεβῆ.
Σὺ γὰρ εἶ, Κύριε, ὁ εὔσπλαγχνος τῶν χειμαζομένων πατήρ, ὁ καταργήσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοὐτέστιν τὸν διάβολον, ὁ συναγωνιζόμενος ἡμῖν ἐν τοῖς ἀγαθοῖς, ὁ φίλος, ἀδελφὸς καὶ σωτὴρ τῶν ἀνθρῶπων καὶ σοὶ τὴν δόξαν καὶ τιμὴν καὶ τὴν προσκύνησιν ἀναπέμπομεν σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Θάρσος καὶ χαρὰν διηνεκή, βίον γαληναίον Σωτήρ μου, καὶ τοῦ νοὸς φωτισμόν, τῆς καρδίας πτέρωσιν, ψυχῆς ἀνάτασιν, νοημάτων εὐθέτησιν, καὶ πίκρας φοβίας, τῶν ποικίλων θλίψεων τὴν ἀπολύτρωσιν, ἄνεσιν ἐκ βλάβης καὶ τρόμου, τῶν μαγγανειῶν τοῦ βελίαρ, δίδου τοῖς σοῖς δούλοις Ἀπειράγαθε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 https://www.proseyxi.com/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Δημοφιλείς αναρτήσεις