Ευχή ἀναγινωσκώμενη εἰς πᾶσαν ἀσθένειαν και γοητείαν και μαγείαν.
Τοῦ Κυρίου δεηθῶμεν.
Θεοφόρε Ἱεράρχα τοῦ Χριστοῦ ἅγιε Παρθένιε, ὁ τῆς Λαμψάκου πανθαύμαστος ποιμὴν καὶ πάσης Ἐκκλησίας λύχνος φαεινότατος· ὁ Ἀποστολικοῖς χαρίσμασι θαυμαστωθείς, καὶ πλείστους εὐεργετῆσας διὰ τὴς ἐν σοὶ τοῦ Παρακλήτου χάριτος καὶ δυνάμεως ὁ νοσοῦντας θεραπεύσας, καὶ παραλύτους συσφίγξας, καὶ πάντων τῶν αἰτούντων τὰς αἰτήσεις πληρώσας, πρόσδεξαι δεόμεθα, συμπαθέστατε Πάτερ, τὴν παροῦσαν ἡμῶν δέησιν, και πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν.