Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ΄ (142) Ψαλμὸς καὶ τὸ Θεὸς Κύριος μετὰ τῶν στίχων αὐτοῦ. Εἶτα τὰ Τροπάρια:
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Ἀναργύρων τῷ Ναῷ προσπελάσωμεν, καὶ τῇ εἰκόνι τῇ αὐτῶν προσκυνήσωμεν, ἀπὸ βαθέων κράζοντες ἐκ μέσης ψυχῆς, Ἅγιοι Ἀνάργυροι, ἰατροὶ τῶν νοσούντων, πάσης περιστάσεως χαλεπῶν νοσημάτων, καὶ ἐκ κινδύνων ῥύσασθε ἡμᾶς, τοὺς καλουμένους ὑμᾶς εἰς ἀντίληψιν.
Δόξα.
Ὁ θεῖος οἶκος τῶν σεπτῶν Ἀναργύρων, ὥσπερ παράδεισος τερπνὸς δεδειγμένος, ὡς ἄνθη μὲν ἡδύπνοα τὰ θαύματα αὐτῶν, καὶ ὡς ῥόδα εὔοσμα, ἔχων τούτων εἰκόνας, πηγὴν δὲ ποτίζοντα, τὰς ποικίλας ἰάσεις˙ διὸ οἱ εἰσιόντες ἐν αὐτῷ, τῶν ἰαμάτων τὴν χάριν δρεπόμεθα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός καὶ ὁ κανών.
ᾨδὴ α΄. Ἁρματηλάτην Φαραώ.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Θεὲ τῶν ὅλων ἱεραῖς δεήσεσι τῶν Ἀναργύρων τῶν Σῶν, πάντων τοὺς Σοὺς δούλους, οἴκτειρον ἐλέησον, καὶ Βασιλείας ποίησον, κληρονόμους σὺν τούτοις, ὡς ἂν Σὲ πάντες δοξάζωμεν, καὶ μὴ στερηθῶμεν τῆς δόξης Σου.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τῶν Ἀναργύρων ἡ τερπνὴ ὁμήγυρις εἰκὰς πανάριστε, τριττὴ συζυγία, Κοσμᾶ τε καὶ Δαμιανὲ, καὶ Κῦρε, Ἰωάννη τε, καὶ Ἑρμόλαε ἅμα, Παντελεήμονι δέομαι, πάσης με λυτρώσασθε θλίψεως.
Δόξα.
Σαμψὼν ὁ θεῖος ὁ σεπτός τε Μώκιος καὶ ὁ Ἀνίκητος, Ἰουλιανός τε, ὁ κλεινὸς Θαλάλαιος, καὶ Τρύφων ὁ πανάριστος, ὁ Εὐτρόπιος ἅμα τῷ Λεοντίῳ τιμάσθωμεν, καὶ σὺν τῷ Ἀνθίμῳ Διομήδης ὑμνείσθωσαν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ στειρευούσης κυηθεῖσα Πάναγνε Σὺ παραδόξεως γαστρός, τίκτεις Θεὸν Λόγον, ὑπὲρ λόγον ἄφθορος, καὶ μετὰ τόκον μείνασα, ἀεὶ τοῦτον δυσώπει, σὺν Ἀναργύροις δοθῆναί μοι, τῶν πλημμελημάτων τὴν ἄφεσιν.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἐν τῇ Δευτέρᾳ σου Χριστέ, καὶ φοβερᾷ Παρουσίᾳ, σύνταξόν με δεξιοῖς Σου προβάτοις, τῆς εὐκταίας Σου φωνῆς, καταξιῶν ὡς εὔσπλαγχνος, ταῖς τῶν Σῶν Ἀναργύρων, πανευπροσδέκτοις δεήσεσιν.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἐπιθυμίας βλαβερᾶς, θυμοῦ δεινῆς ἀκηδείας, καὶ παθῶν παντοδαπῶν ῥύσασθέ με, Ἀναργύρων ἡ σεπτή, καὶ έκλεκτὴ ὁμήγυρις, καὶ Βασιλείας θείας ἐπιτυχεῖν ἱκετεύσατε.
Δόξα.
Ἀπὸ παντοίων συμφορῶν, καὶ βλάβης τοῦ βροτοκτόνου, καὶ δεινῶν ἀσθενειῶν ἱκετεύω, ἐκλυτρώσασθέ με νῦν, Ἀνάργυροι πρεσβείαις ὑμῶν, καὶ ἐνισχύσατέ με, ποιεῖν Κυρίου τὸ θέλημα.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ τετοκυῖα τὸν Θεόν, Αὐτὸν δυσώπει Παρθένε, σὺν τοῖς θείοις Ἀναργύροις καὶ πᾶσι, τοῖς Ἁγίοις τὸν Αὐτὸν, εἰλικρινῶς λατρεύσασι, καὶ σωτηρίας θείας ἐπιτυχεῖν με ἀξίωσον.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους ὑμῶν εἰκὰς Ἀναργύρων, ὅτι τῇ σκέπῃ ὑμῶν ἀεὶ καταφεύγομεν, ὡς ἄγρυπνοι βοηθοὶ ἐν ἀνάγκαις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πολλοῖς ἐν δεινοῖς καὶ θλίψεσι κυκλούμενοι, ὑμῶν τῇ θερμῇ πρεσβείᾳ καταφεύγομεν, θεοφόροι Ἀνάργυροι τοῦ ῥυσθῆναι κινδύνων καὶ θλίψεων, ὑμεῖς γὰρ ἀεὶ τὸ θεῖον εὐμενίζετε, τὴν λύτρωσιν βραβεύοντες.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἔργοις κακοῖς, γεγηρακὼς ὁ ἀσύνετος, παροργίζω, Σὲ τὸν Ὑπεράγαθον καὶ πᾶσαν ὥραν διηνεκῶς, λόγοις τε καὶ ἔργοις, παραπικραίνω Φιλάνθρωπε, ἀλλὰ ταῖς ἱκεσίαις, τῶν σεπτῶν Ἀναργύρων, τῶν πταισμάτων μοι δὸς τὴν συγχώρησιν.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τῆς ζοφερᾶς, ὄψεως ἐν τῇ ἐξόδῳ μου, τῶν δαιμόνων, ῥύσασθέ με δέομαι τῶν Ἀναργύρων σεπτὴ εἰκὰς, Κοσμᾶ Δαμιανέ τε, Κῦρε καὶ Ἰωάννη, Ἑρμόλαε, Τρύφων, Παντελεήμων, καὶ Μώκιε, Σαμψών τε Εὐτρόπιε σὺν ἅπασι δέομαι.
Δόξα.
Φοβερά Σου ἡ κρίσις, καὶ ἀδέκαστος καὶ ἀπαραίτητος, ἀλλὰ καὶ δικαία, καὶ ὁ ταύτης οὐδεὶς ἐξαιρούμενος, εὐχαῖς τῶν Ἀναργύρων, τῶν Σὲ πιστῶς θεραπευσάντων, τῆς ἀνάγκης ἐκείνης με λύτρωσαι.
Καὶ νῦν. Θεοτοκίον.
Πολλήν σου Ἁγνὴ, ἄλλην οὐκ ἔχω βοήθειαν, καὶ ἐκτός Σου, σκέπην οὐκ ἐπίσταμαι Σύ μου ἐλπίς, Σὺ καταφυγή, Σύ μου εὐεργέτις, Σύ μου ἑτοίμη ἀντίληψις, καὶ Σὲ ἐπικαλοῦμαι, ἀπὸ πάσης ἀνάγκης, ἐξελοῦ με καὶ σῶσον τὸν δοῦλόν Σου.
ᾨδὴ ε΄. Ἵνα τὶ μὲ ἀπώσω.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀθλοφόροι Κυρίου, Ἅγιοι Ἀνάργυροι πιστῶν οἱ πρόμαχοι, βοηθήσατέ μοι, καὶ παντοίας με νόσου ἰάσατε, καὶ ἐν ὥρᾳ πάλιν, τῇ φοβερᾷ καὶ τελευταίᾳ, ἐκ χειρὸς τῶν δαιμόνων με ῥύσασθε.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὁ Ναὸς ὑμῶν οὗτος, ἄλλη Σολομῶντος στοὰ ἀναδείκνυνται, οὐχὶ μόνον πᾶν τὸ πλῆθος, τῶν μετὰ πόθου προστρεχόντων, ἀναργύρως ἰᾶται πανόλβιοι.
Δόξα.
Ἰατροὶ τῶν νοσούντων, ἄμισθοι καὶ ἕτοιμοι θεῖοι Ἀνάργυροι, θεραπεύατέ μου, τὰ τοῦ σώματος πάθη καὶ ῥύσατε, τὴν ψυχήν μου τότε, ὅτε χωρίζεται τοῦ σκήνους, ὡς θερμοὶ προστάται μου καὶ ἀντιλήπτορες.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ Κυρία τοῦ κόσμου, τὸν κυριευθέντα με τοῖς παραπτώμασι, δοῦλον τοῦ Υἱοῦ Σου, καταξίωσον Κόρη γενέσθαι με, Ὅνπερ ἐκδυσώπει, σὺν τοῖς Ἁγίοις Ἀναργύροις, ἐξαλεῖψαι πληθὺν τῶν πταισμάτων μου.
ᾨδὴ ϛ΄. Ἰλάσθητί μοι Σωτήρ.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Πεφωτισμένοι Χριστοῦ, φωτίσατέ με Ἀνάργυροι, τὸν σκοτισθέντα δεινῶς, κακοῖς καὶ γηρύσαντα αἰσχρῶς τε βιώσαντα, ταῖς ὑμῶν πρεσβείαις, τὸν Κριτήν μοι εὐμενίσατε.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σὺν τῷ Κοσμᾷ τῷ σοφῷ, Δαμιανὸς ὁ πανάριστος, Παντελεήμων ὁμοῦ, καὶ θεῖος Ἑρμόλαος καὶ πάντες Ἀνάργυροι, πρὸς μετάνοιάν με, νῦν πρὸ τέλους ἐπιστρέψατε.
Δόξα.
Ῥυσθῆναί με δυσωπῶ, αἰωνιζούσης κολάσεως, καὶ παραδείσου τρυφῆς, καταξιωθῆναί με Ἅγιοι Ἀνάργυροι, ταῖς ἡμῶν πρεσβείαις, δυσωπῶ ὁ πολυώδυνος.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν Σὴν Μητέρα Χριστέ, καὶ τοὺς σοφοὺς Ἀναργύρους Σου, προσδέχου ὑπὲρ ἡμῶν, καὶ δώρησαι ἄφεσιν τῶν πολλῶν πταισμάτων μου, καὶ κολάσεως μὲ, ἀπολύτρωσαι ὡς εὔσπλαγχνος.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους ὑμῶν εἰκὰς Ἀναργύρων, ὅτι τῇ σκέπῃ ὑμῶν ἀεὶ καταφεύγομεν, ὡς ἄγρυπνοι βοηθοὶ ἐν ἀνάγκαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κoντάκιον. Ἦχος δ΄.
Ἰατροὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἄμισθοι, τῶν ἐν ζάλῃ λιμένες γαληνοὶ καὶ ἀχείμαστοι, θεοφόροι Ἀνάργυροι, τοὺς ὑμῶν ἱκέτας σπεύσατε, θεραπεῦσαι ταχύ, τοὺς κατ’ ἄμφω ἀσθενεῖς, καὶ πρὸς ὑμᾶς καταφεύγοντας, παύσατε τρικυμίας, στήσατε καταιγίδας, τῶν ἐπερχομένων θαυματουργοί, κατὰ τῆς ποίμνης ὑμῶν.
Προκείμενον.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθευμάστωσεν ὁ Κύριος.
Στιχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (κεφ.ι΄ 1 καὶ 5-8).
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων˙ εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε˙ Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες, ὅτι ἤγγικεν ἡ βασιλεῖα τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα.
Ταῖς τῶν Ἀναργύρων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀποθέμενοι, ἐν οὐρανοῖς τὴν ἐλπίδα, θησαυρὸν ἀσύλητον, ἑαυταῖς οἱ Ἅγιοι ἐθησαύρισαν˙ δωρεὰν ἔλαβον δωρεὰν διδοῦσι, τοῖς νοσοῦσι τὰ ἰάματα˙ χρυσὸν ἢ ἄργυρον, εὐαγγελικῶς οὐκ ἐκτήσαντο˙ ἀνθρώποις τε καὶ κνήνεσι, τὰς εὐεργεσίας μετέδωκαν˙ ἵνα διὰ πάντων, ὑπήκοοι γενόμενοι Χριστῷ ἐν παῤῥησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἄγρυπνοι φύλακες ὡς ὄντες, ὦ Ἀνάργυροι φρουρήσατε τοὺς πίστει, τῷ Τεμένει ὑμῶν προστρέχοντας καὶ δότε, τὴν τῶν σωμάτων ἴασιν, καὶ ψυχῶν τὴν σωτηρίαν.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Δεῦτε ἐν οἴκῳ τῷ πανσέπτῳ, τῶν Ἁγίων προσδράμωμεν καὶ τούτους, εὐφημοῦντες ᾠδαῖς βοήσωμεν Κυρίῳ, σῶσον ἡμᾶς ἐκ θλίψεως, εὐχαῖς τούτων ὡς Οἰκτίρμων.
Δόξα.
Πᾶσι πηγάζετε τὰ ῥεῖθρα, τῶν ἰάσεων Ἀνάργυροι Κυρίου, τοῖς ἐν πίστει ὑμῶν προστρέχουσι τῇ σκέπῃ, ὅθεν κἀμὲ ἰάσατε, τὸν ὑμνοῦντα ὑμᾶς πόθῳ.
Καὶ νῦν. Θεοτοκίον.
Σῶσόν με, σῶσον Θεοτόκε, τὸν Οἰκτίρμονα Θεὸν ἀποτεκοῦσα, καὶ δεινῶν συμφορῶν καὶ βλάβης καὶ κινδύνων, τῇ κραταιᾷ δυνάμει Σου, ἐξελοῦ Θεοκυῆτορ.
ᾨδὴ η΄. Ἐπταπλασίως κάμινον.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νοῦν ἐμπαθῆ καὶ ἄσεμνον, τὸν ἐμὸν ἁγιάσατε, πανηγιασμένοι τοῦ Χριστοῦ Ἀνάργυροι, Κοσμᾶ τε καὶ Δαμιανέ, Σαμψὼν κλεινὲ Ἑρμόλαε, σὺν τῷ Ἀνικήτῳ καὶ τοῖς λοιποῖς ἅπασιν, ἀπαύστως ἵνα μέλπω, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νὺξ ἀφεγγὴς συνέχει με, τῶν παθῶν, ὦ Ἀνάργυροι, καὶ δεινῶς χειμάζει με ἡ ἔνυλος προσπάθεια, καὶ καταποντίζει με, ἡ φιλαυτία σὺν τοῖς λοιποῖς, πρεσβείαις ὑμῶν θείαις, διασώσατε τούτων, καὶ γαληνὸν πρὸς ὅρμον, κατευθύνατε ὅπως, ἀπαύστοις ὑμᾶς ὕμνοις γεραίρω εἰς αἰῶνας.
Δόξα.
Δεῦτε πιστῶν ὁμήγυρις, εὐσεβῶς ἀνυμνήσωμεν, τὴν ἐκ τοῦ μὴ ὄντος, ἅπαντα ποιήσασαν, Τριάδα ἀμέριστον, σὺν τοῖς Ἀναργύροις θεοπρεπῶς, καὶ διηνεκῶς ἀναβοῶντες τὸν ὕμνον, Πατέρα εὐλογοῦμεν, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, τὰ τρία Θεὸν ἕνα ἀΐδιον φρονοῦντες.
Καὶ νῦν. Θεοτοκίον.
Ἀμαρτωλῶν προσφύγιον, ταπεινῶν ἱλαστήριον, τὴν ὀδυνωμένην μου ψυχὴν θεράπευσον, ἱλέῳ Σου ὅμματι, καὶ θλιβομένην Κόρη ψυχήν, καὶ διηνεκῆ, πιεζομένην σκοτείᾳ, φωτί σου γλυκυτάτῳ, νοερᾷ παρακλήσει, ἱλάρυνον καὶ δεῖξον, γαληνιῶντα ὅλον.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἰθύνεσθαι δυσώπει εἰκὰς σεπτή, τὸ κοινόβιον τοῦτο πολίτευμα, τὸ ἐκλεκτόν, καὶ ἡγιασμένον θαυματουργοί, καὶ ἐκτενῆ ποιήσατε, δέησιν πρὸς Κύριον τοῦ λοιποῦ, καλῶς ἡμᾶς βιῶσαι, τυχεῖν τῆς σωτηρίας, καὶ τῶν δεινῶν ἀπολυτρώσεως.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μεγίστην παῤῥησίαν πρὸς τὸν Χριστόν, ὦ Ἀνάργυροι θεῖοι ὡς ἔχοντες, ὑπὲρ ἡμῶν, δέησιν ποιήσατε ἐκτενῆ, ῥυσθῆναι ἡμᾶς θλίψεων, καὶ ἀῤῥωστημάτων παντοδαπῶν, ὀργῆς τε τῆς μελλούσης, καὶ πάσης ἄλλης βλάβης, προσδοκωμένης τοὺς τιμῶντας ὑμᾶς.
Δόξα.
Ὀρθόδοξος ὑπάρχει ἅπας πιστός, ὁ Προσώποις τρισὶν ἕνα Κύριον, ἕνα Θεόν, καὶ ψυχῇ καὶ γλώσσῃ ὁμολογῶν, τοὺς οὕτω γοῦν πιστεύοντας, καὶ ὁμολογοῦντας Τριὰς σεπτή, ἀξίωσον γενέσθαι, πολῖται παραδείσου, τῶν Ἀναργύρων ταῖς δεήσεσι.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένε Παναγία Μήτηρ Θεοῦ, τῶν σεπτῶν Ἀναργύρων δεήσεσι, τῶν ὑπὲρ Σοῦ, καὶ τοῦ γλυκυτάτου Σου Τοκετοῦ, θυσάντων τὰς ψυχὰς αὐτῶν, γένοιτο ὁ ὕμνος οὗτος δεκτός, καὶ καταξίωσόν με, τῆς ἄνω κληρουχίας ὅπως σωθεὶς ἀεὶ δοξάζω Σε.
Μεγαλυνάρια
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Δεῦτε οἱ ἐν νόσοις παντοδαπαῖς, καὶ οἱ ἐν κινδύνοις, κατακείμενοι χαλεπῶς, σπεύσωμεν προθύμως, ἐν τούτῳ τῷ Τεμένει, τῶν θείων Ἀναργύρων, καὶ σωθησόμεθα.
Χάρις νῦν ἐκκέχυται δαψιλής, ἐν τῷ ἰατρείῳ Ἀναργύρων τῶν θαυμαστῶν, πᾶσι τοῖς αἰτοῦσιν, αὐτοὺς μετ’ εὐλαβείας καὶ πόθῳ εὐφημοῦσιν αὐτῶν τὰ θαύματα.
Τοὺς τῶν θλιβομένων θεραπευτάς, καὶ ἐξαιτουμένων, θεραπείας ἐπιτυχεῖν, ἰατροὺς ἀμίσθους, ἐνδόξους Ἀναργύρους, πιστοὶ μεγαλοφώνως, ἀνευφημήσωμεν.
Δεῦτε τὸν χρυσόπλοκον κροσσωτόν, τῶν ἐξ Ἀραβίας, πενταδέλφων τῶν φαεινῶν τὸν ἐν τῇ Λυκίᾳ βαφαῖς μαρτυρίου, φαιδρῶς πορφυρωθέντα ὑμνολογήσωμεν.
Τρύφωνα, Κοσμὰς καὶ Δαμιανούς, ἅμα Θαλαλαίῳ, καὶ τὸν Μώκιον τοὺς σοφούς, Σαμψὼν Διομήδην, σὺν Κύρῳ, Ἰωάννῃ, καὶ τῶν πιστῶν σωτῆρας, ὕμνοις τιμήσωμεν.
Τὴν εἰκάδα πάντες τὴν θαυμαστήν, πάντων Ἀναργύρων, ἐν τῷ οἴκῳ νῦν ἑαυτῆς, ᾄσμασιν ἐνθέοις, αὐτὴν ἀνευφημοῦντες, Χριστὸν δοξολογοῦμεν τὸν ταύτην δείξαντα.
Πόθῳ τὸν τὴν μνήμην ὑμῶν σοφοί, ταύτην ἐκτελοῦντα, καὶ σὺν πίστει πανευλαβεῖ, ὅλον ἀναθέντα ὑμῶν τῇ προστασίᾳ λυτρώσασθαι, ἐκ βλάβης ψυχῆς καὶ σώματος.
Ῥώσεως οὐκ εἶδεν ἄλλον μισθόν, ἀπαιτεῖν ἢ μόνον, τὴν εὐσέβεια πρὸς Θεόν, ἡ ἁγιωτάτη εἰκὰς τῶν Ἀναργύρων, ἐν ὕμνοις οὓς τιμῶντες ἀνευφημήσωμεν.
Ῥεῖθρα ἰαμάτων ὡς ἐκ πηγῆς, χάριτι θαυμάτων, βρύει χρήζουσα δωρεάν, ἡ τῶν Ἀναργύρων εἰκὰς ἱερωτάτη, οἱ ῥώσεως διψῶντες, δεῦτε ἀρύσασθε.
Ὄντως θαυματόβρυτος ἡ πηγή, ἡ τῶν Ἀναργύρων, τῆς εἰκάδος τῆς θαυμαστῆς, ῥεῖθρα γὰρ ἐκβλύζει ζωήῤῥοα τοῖς πᾶσι, τὰς θείας αὐτῶν ὅθεν, χάριτας μέλψωμεν.
Βρύει ἰαμάτων παντοδαπῶν, χάριτας ὁ οἶκος, τῶν Ἁγίων ἀνελλιπῶς, ὃν περινοστοῦντες, αὐτοὺς άνευφημοῦμεν, ὡς Μάρτυρας Κυρίου καὶ ἰατροὺς ἡμῶν.
Δεῦτε ὁμοφώνως οἱ εὐσεβεῖς, μέλψωμεν ἐν ὕμνοις, τὴν εἰκάδα τῶν ἱερῶν, Ἀναργύρων ὅπως χάριτας ἰαμάτων, καὶ ἄφεσιν πταισμάτων ἀπαρυσώμεθα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς˙ πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε. Ἐλπίζοντες εἰς Σε, μὴ ἀστοχήσωμεν˙ ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων˙ Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν εἰκοσάριθμον, ἔνθεον φάλαγγα, τὴν ἐξαστράπτουσαν, Χάριν οὐράνιον, τῶν Ἀναργύρων τῶν λαμπρῶν, τὸ στῖφος ἀνευφημοῦμεν, οὗτοι γὰρ κατέβαλον, τοῦ βελίαρ τὴν δύναμιν, πάντων τὰ νοσήματα, συμπαθῶς ἐξιώμενοι, τῶν μετ’ εὐλαβείας βοώντων· δόξα Θεῷ τῷ ἐν Τριάδι.
Ἕτερον ἀπολυτίκιον.
Τὰ εὐωδέστατα, ἄνθη τῆς πίστεως, τὰ τὴν μύριπνοον, χάριν ἐμπνέοντα, τὴν νοητὴν καὶ λογικήν, Ἀνάργυροι οἱ ἔνδοξοι, πᾶσαν γὰρ ἐμπνέοντες, εὐωδίαν τοῦ Πνεύματος, νόσους θεραπεύουσι, καὶ παθῶν ἀπαλλάττουσι, διὸ εὐχαριστοῦντες βοῶμεν· δόξα Θεῷ τῷ ἐν Τριάδι.
Τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε Ὀρθοδόξων ἡ πληθύς˙ δεῦτε τῶν πιστῶν αἱ χορεῖαι κατασπασώμεθα, εἰκόνα τὴν πάνσεπτον, τῶν Αναργύρων Χριστοῦ, ἰατρῶν τῶν παθῶν ἡμῶν, πρὸς αὐτοὺς βοῶντες, ῥύσασθε Ἀνάργυροι, ἐκ τῶν κινδύνων ἡμᾶς, νόσων καὶ παθῶν ἀνιάτων, ταῖς εὐχαῖς ὑμῶν πρὸς τὸν Κτίστην, τοὺς ὑμᾶς τιμῶντας, πανσεβάσμιοι.
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός˙ Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, Σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σου.
Ἦχος πλ. δ'.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β'.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
https://www.agios-gerasimos.gr/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου