Επιλύχνιος Ευχαριστία (Φως ιλαρόν)

Φως ιλαρόν αγίας δόξης Αθανάτου Πατρός, ουρανίου, αγίου, μάκαρος, Ιησού Χριστέ, Ελθόντες επί την ηλίου δύσιν, ιδόντες φως εσπερινόν, υμνούμεν Πατέρα, Υιόν και Άγιον Πνεύμα, Θεόν. Άξιόν Σε εν πάσι καιροίς υμνείσθαι φωναίς αισίαις Υιέ Θεού, ζωήν ο διδούς• διό ο κόσμος Σε δοξάζει».

Μενού

...«Αδιαλείπτως προσεύχεσθε, εν παντί ευχαριστείτε· τούτο γαρ θέλημα Θεού εν Χριστώ Ιησού εις υμάς», Απ. Παύλος, Α' Θεσ. 5-17
*Συνεχώς καινούρια θέματα ... κοινοποιήστε τα θέματα που σας αρέσουν*

Σάββατο 26 Ιουλίου 2025

Ἀκολουθία Μάρτυρος ΩΡΑΙΟΖΗΛΗΣ , ἀρχιμ. Νικ. Ἀεράκη


Ψαλλομένη τῇ 26η Ἰουλίου
 
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες τό πρῶτον. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Ὡραιοζήλην ἐν ὕμνοις, ἐπευφημήσωμεν, τῆς παρθενίας τύπον, τῶν Μαρτύρων τὸ κλέος, τέκνον τοῦ Ἀνδρέου πνευματικόν, ἰσαπόστολον κήρυκα, Εὐαγγελίου Κυρίου πρὸς ἀσεβεῖς, οὓς ἐκ σκότους ἠλευθέρωσεν. (Δίς).


Ὡραιοζήλης μαρτύριον, ἀνυμνήσωμεν· τοῦ Λόγου ἐρασθεῖσα, τὰ τοῦ κόσμου ἠρνήθη, πᾶσι δὲ ἐκήρυξε τὸν Χριστόν, ὡς Θεάνθρωπον Κύριον, ᾯ θαυμαστῶς ἡ πανένδοξος τὴν ζωήν, ὥσπερ σφάγιον κατέθυσεν.
Ὡραιοζήλης τὸν βίον, ἐγκωμιάσωμεν, τῶν ἀρετῶν τὸν πλοῦτον, τῆς ἀσκήσεως ζῆλον, στήλην τῆς θυσίας καὶ προσευχῆς, ἐγκρατείας ὑπόδειγμα, ὁμολογίας ἁγίας δὲ τοῦ Χριστοῦ, θεοδώρητον κειμήλιον.

Δόξα. Ἦχος β΄.

Δεῦτε τῶν πιστῶν ὁ σύλλογος, τὴν Ὁσιοπαρθενομάρτυρα Ὡραιοζήλην, ἐν ἐγκωμίων ὕμνοις, ἐνθεαστικῶς ἐπευφημήσωμεν. Αὕτη γὰρ τοῦ Ἀποστόλου Ἀνδρέου ἀκουτισθεῖσα, τὸν Χριστὸν σφοδρῶς ἠγάπησε, καὶ παρθενίας ἐρασθεῖσα, τὰ ἐπίκηρα κατέλιπε, καὶ ἐν παρθενῶνι κατώκησεν. Ἀποστολικῶς δὲ λειτουργήσασα, ὡς Μάρτυς Χριστοῦ ἐτελειώθη, καὶ ὑπ’ Αὐτοῦ στεφθεῖσα, νῦν αἰωνίως ἀγάλλεται.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
 
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε θεοπρεπῶς, κλεινὴν Ὡραιοζήλην, τιμήσωμεν ἐν ὕμνοις· καὶ γὰρ ὑπὲρ τοῦ Λόγου, ἐτύθη ὥσπερ σφάγιον.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χάριτι τοῦ Χριστοῦ, σεπτὴ Ὡραιοζήλη, κηρύττει τοῖς ἐν σκότει, Χριστοῦ τὴν Βασιλείαν, ἐν ᾗ νῦν ἀναπαύεται.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Μάρτυς τοῦ Ἰησοῦ, σεμνὴ Ὡραιοζήλη, τῆς παρθενίας ἄνθος, καὶ τῶν Μαρτύρων εὖχος, χαρίτωσον τοὺς δούλους σου.

Δόξα. Τριαδικόν.

Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ, τοὺς ὑμνητάς Σου σῶζε, ἐκ πλάνης καὶ κινδύνων, παγίδων τε τοῦ δράκοντος.

Καί νῦν. Θεοτοκίον.

Θύγατερ τοῦ Θεοῦ, τῆς Ναζαρὲτ ἡ κόρη, τῆς Ἐκκλησίας πλοῦτος, ἱκέτευε Σὸν Τόκον, ὑπὲρ ἀχρείων δούλων Σου.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Μέγα κλέϊσμα, ὁμολογίας, τέκνον ἔνθεον, τοῦ Πρωτοκλήτου, τῆς ἀσκήσεως ἄριστον πρότυπον, καὶ τῶν Μαρτύρων κλεινὸν ἀκροθίνιον, Ὡραιοζήλην ἐν ὕμνοις τιμήσωμεν· Μῆτερ πάνσεμνε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
 
Ἀπόλυσις.
 
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί  τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες αὐτά.Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὡραιοζήλην ἐν ᾄσμασιν, ἐπαξίως τιμήσωμεν, καὶ ἐν λόγοις ἅπαντες μεγαλύνωμεν, τῆς παρθενίας τὸ κλέϊσμα, ἀσκήσεως πρότυπον, ἀρετῆς ὑπογραμμόν, καὶ θυσίας τὸ ἔνθεον, ἀκροθίνιον, τῶν Μαρτύρων τὸ κλέος καὶ τῆς ἄνω, Βασιλείας τὴν πολῖτιν, λαμπροφοροῦσαν ἐν Μάρτυσιν. (Δίς).
Ὡραιοζήλην ὑμνήσωμεν, τοῦ Ἀνδρέου ἁλίευμα, τοῦ Χριστοῦ τὴν νύμφην τὴν πανσεβάσμιον, ὁμολογίας ὑπόδειγμα, Μαρτύρων τὸ ἄγαλμα, βιαστῶν τὴν καλλονήν, Ἀθλητῶν τὸ ἀγλάϊσμα, καὶ ἀσκήσεως, Πρωτοτόκων Μαρτύρων συμπολῖτιν, σαββατίζουσαν ἐνδόξως, ὑπερκοσμίοις σκηνώμασιν. (Δίς).
Ὡραιοζήλην τὴν ἔνδοξον, εὐσεβῶς μεγαλύνωμεν, τοῦ Ἀνδρέου ἔνθεον τέκνον πνεύματος, τῆς παρθενίας ἀγλάϊσμα, Χριστοῦ ἀφομοίωμα, Ἀποστόλων τοῦ Χριστοῦ, μιμηθεῖσα τὸ ἔνθερμον, τοῦ κηρύγματος, Ἐκκλησίας τὴν δόξαν καὶ προστάτιν, τῶν ἐν πίστει εὐφημούντων, τὴν ἱερὰν αὐτῆς ἄθλησιν. (Δίς).

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον, ἐν ᾠδαῖς πνευματικαῖς, τὴν τῆς Ἰσαποστόλου καὶ Ὁσιο-παρθενομάρτυρος Ὡραιοζήλης, μνήμην χαρμονικῶς ἐπιτελοῦντες, αὐτῇ βοήσωμεν· χαίροις, τοῦ Πρωτοκλήτου Ἀνδρέου θαυμαστὸν ἁλίευμα, καὶ τῆς ἀποστολικῆς διακονίας αὐτοῦ, θεοδώρητον ἀντίγραφον· χαίροις, τῆς παρθενίας ἔκπαγλον πρότυπον, καὶ τῆς ἀσκήσεως ἐξαίσιον ἄγαλμα· χαίροις, ὁμολογίας θεόσδοτον δώρημα, καὶ τοῦ μαρτυρίου θεοπρόβλητον ὑπόδειγμα. Ὡς ἐστεμμένη ἐν οὐρανοῖς, Ὁσιοπαρθενομάρτυς Ὡραιοζήλη, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
 
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. λα' 10-31).

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέ-πειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησας καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄ 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.  
 
Εἰς τήν Λιτήν, Ἰδιόμελα.
Ἦχος α΄.

Ἡ τοῦ Χριστοῦ Ἐκκλησία, φαιδρῶς καὶ εὐλαβῶς, τὴν τῆς Ὁσιοπαρθενομάρτυρος Ὡραιοζήλης, πανσεβάσμιον μνήμην τιμῶσα, καὶ τὴν πρὸς τὸν Χριστὸν αὐτῆς λατρείαν, ἐμμελετῶσα, βοᾷ πρὸς αὐτήν· χαίροις, ἡ ἀγαπήσασα τὸ ἐσφαγμένον Ἀρνίον, καὶ Αὐτῷ ἐκ καρδίας λέγουσα· Σὺ εἶ το Ἄλφα καὶ τὸ Ὠμέγα, ὁ Ὤν καὶ ὁ Ἦν καὶ ὁ ἐρχόμενος, ὁ Παντοκράτωρ· Σὺ εἶ ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ Ἄρχων τῶν βασιλέων τῆς γῆς. Αὐτῷ πρέσβευε ἀδιαλείπτως, Μάρτυς ἀληθής, τοῦ σῶσαι τὰς ψυχὰς τῶν τιμώντων τὴν μνήμην σου.

Ἦχος β΄.

Δεῦτε, οἱ τὴν πανσεβάσμιον μνήμην, τῆς Ἀθληφόρου καὶ καλλινίκου Μάρτυρος Ὡραιοζήλης, λαμπρῶς ἑορτάζοντες, τὴν δόξαν αὐτῆς τοῖς πέρασιν ἐξαγγείλωμεν. Αὕτη γὰρ δι’ ὁμολογίας καὶ μαρτυρίου εἰσῆλθεν εἰς οὐράνια δώματα, καθορῶσα τὸν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν ὅμοιον υἱῷ ἀνθρώπου, ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσῆν, τὸν ἔχοντα τοὺς ὀφθαλμοὺς Αὐτοῦ ὡς φλόγα πυρός, καὶ ἀκούουσα τὴν φωνὴν Αὐτοῦ, ὡς φωνὴν ὑδάτων πολλῶν. Αὐτῆς πρεσβείαις, παράσχου ἡμῖν Κύριε τὸ μέγα Σου ἔλεος.

Ἦχος γ΄.

Ἐν τῷ ἄνω Σιὼν αὐλιζομένη, ὡς τροπαιοφόρος Μάρτυς τοῦ Χριστοῦ, ἡ Ὁσιοπαρθενομάρτυς Ὡραιοζήλη, ἀεννάως καὶ μεθυστικῶς εὐφραίνεται, καθ’ ἅ φησιν υἱὸς Ἰωάννης· τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ Παραδείσῳ τοῦ Θεοῦ μου· και, ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου. Εὐφραινομένη οὖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, καὶ τῆς ἀτελευτήτου ζωῆς τοῦ Παραδείσου, πρέσβευε Μάρτυς, ὅπως καὶ ἡμεῖς αὐτῶν ἀξιωθῶμεν.

Ἦχος δ΄.

Ἅπασα ἡ τοῦ Χριστοῦ Ἐκκλησία, πανευφροσύνως ἑορτάζει, καὶ εὐλαβῶς ἐπὶ τῇ μνήμῃ τῆς πανενδόξου Μάρτυρος Ὡραιοζήλης πανηγυρίζει. Αὕτη γὰρ τὸν βελίαρ, καὶ τοὺς δυσσεβεῖς ἀθέους κατανικήσασα, ἐν οὐρανίοις ἐνοικεῖ δώμασι, μεταλαμβάνουσα τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ λαβοῦσα ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων. Λιταῖς αὐτῆς ἀγωνοθέτα Κύριε, καὶ ἡμᾶς καταξίωσον λαβεῖν, ἃ ἡτοίμασας τοῖς ἀγαπῶσί Σε.

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε, φιλομαρτύρων ο σύλλογος, θαῦμα ἐξαίσιον κατίδωμεν, ἐν οὐρανοῖς τελούμενον. Ἡ Ὁσιοπαρθενομάρτυς Ὡραιοζήλη, τὰ τοῦ σατᾶν ἔνεδρα, χάριτι θείᾳ φυγοῦσα, καὶ σπονδὴν τὸ αἷμα αὐτῆς τῷ Χριστῷ προσενεγκοῦσα, ἀπολαύει τὰ νῦν τῶν ὑπὸ τοῦ Πνεύματος ὑπεσχημένων· ὁ νικῶν οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς· καὶ, οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ Πατρός μου καὶ ἐνώπιον τῶν Ἀγγέλων Αὐτοῦ. Πρεσβείαις Κύριε τῆς Μάρτυρος, καὶ ἡμᾶς καταξίωσον καθ’ ἡμέραν νικᾶν τὸν ἀντικείμενον.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
 
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, Ὡραιοζήλη σεμνή, τῶν πλανωμένων ὁ λαμπτὴρ ὁ ἀείφωτος, τῆς πλάνης ἡ καθαιρέτις, καὶ ὁδηγὸς τῶν τυφλῶν, τῶν ἐν σκότει ζώντων τὸ διάσωσμα· παρθένων ἀγλάϊσμα, ἀσκητῶν τὸ ἐντρύφημα, ἐνασκουμένων, θεοδώρητον ἄγαλμα, καὶ ὑπόδειγμα, τῶν Μαρτύρων ἐξαίσιον· πάντες κατασπαζόμενοι, εἰκόνα σου πάντιμον, θερμῶς λιταῖς σου πρὸς Λόγον, δεόμεθά σου πανένδοξε, τυχεῖν σωτηρίας, καὶ ἐν δώμασι Κυρίου, μακαριότητος.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, Ὡραιοζήλη σεπτή, τῆς παρθενίας τὸ εὐῶδες κειμήλιον, ἀσκήσεως θεῖος τύπος, τῆς ἀρετῆς ὁ κανών, μαρτυρίας κλέος καὶ ἀγλάϊσμα· πιστῶν τὸ ἐντρύφημα, ἀσεβείας ὁ ἔλεγχος, ὁμολογούντων, χαριτόβρυτον πρότυπον, Ἐκκλησίας τε, κόσμος ὄντως ἐξαίσιος· πάντες τὴν σὴν πανίερον, τελοῦντες πανήγυριν, χάριν τὴν σὴν ἐκζητοῦμεν, καὶ σὰς πρεσβείαις πρὸς Κύριον, τυχεῖν τοῦ ἐλέους, τῆς Αὐτοῦ φιλανθρωπίας, καὶ θείας χάριτος.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, Ὡραιοζήλη κλεινή, τὸ θεοδώρητον Ἀνδρέου ἁλίευμα, Παρθένων τε καὶ Μαρτύρων, θεοειδὴς ὁδηγός, ἀρετῆς ὁ πλοῦτος καὶ τὸ πρότυπον· κηρύκων τὸ ἔρεισμα, τῶν ἐν πλάνῃ ἡ σώτειρα, ὁμολογίας, θαυμαστὸν ἀκροθίνιον, ἀληθείας τε, τοῦ Χριστοῦ ἡ διδάσκαλος· πάντες ἐνθέοις ᾄσμασι, καὶ λόγοις πανένδοξε, βίον τὸν σὸν ἐπαινοῦμεν, καὶ τὰς λιτάς σου πρὸς Κύριον, αἰτούμεθα Μῆτερ, ἵνα λάβωμεν πλουσίως, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τὴν τῆς Ὁσιοπαρθενομάρτυρος Ὡραιοζήλης μνήμην τιμῶσα, ταύτην μετὰ τῶν Πρωτοτόκων, ἐν Πνεύματι ἐν οὐρανοῖς καθορᾷ, μεθ’ ὧν τὰ ὑπὸ τοῦ Κυρίου ὑπεσχημένα εἴληφεν· ὁ νικῶν ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου· καὶ, ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τῆς καινῆς Ἱερουσαλήμ, ἢ καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν. Καὶ ἡμᾶς Κύριε, κατὰ τὸ μέγα Σου ἔλεος, τούτων καταξίωσον.

Καὶ νῦν. Θεοτοκίον.

Ὁ Ποιητὴς καὶ Λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς Σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό Σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου· χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Μέγα κλέϊσμα, ὁμολογίας, τέκνον ἔνθεον, τοῦ Πρωτοκλήτου, τῆς ἀσκήσεως ἄριστον πρότυπον, καὶ τῶν Μαρτύρων κλεινὸν ἀκροθίνιον, Ὡραιοζήλην ἐν ὕμνοις τιμήσωμεν· Μῆτερ πάνσεμνε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.
 
ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ὁμολογίας σου, τὸ ὑπερθαύμαστον, καὶ μαρτυρίου σου, τὸ ἀξιάκουστον, ἡ Ἐκκλησία ἐν ᾠδαῖς γεραίρει Ὡραιοζήλη· ὅθεν ὁ Θεάνθρωπος, μαρτυρίου τὸν στέφανον, καὶ ζωῆς τῆς κρείττονος, τὴν χαράν σοι δεδώρηται· διὸ ἐν οὐρανοῖς νῦν εὐφραίνῃ, Μῆτερ, ὡς Μάρτυς τρισολβία.

Δόξα.

Τῆς παρθενίας σου, τὸ ἀξιάγαστον, καὶ τῶν ἀγώνων σου, τὸ ἀξιΰμνητον, ἡ οἰκουμένη ἐν χαρᾷ, τιμᾶ σε Ὡραιοζήλη· ὅθεν τὸ ὑπεράνθρωπον, τῶν ἀσκήσεων στέφανον, καὶ ὁμολογίας σου, τὸ διάδημα ἔλαβες· διὸ ἐν οὐρανοῖς νῦν εὐφραίνῃ, Μῆτερ, ὡς Μάρτυς τρισολβία.

Καὶ νῦν. Θεοτοκίον.

Τὸν ἀκατάληπτον, καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον, Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί Σου μυστικῶς, ἐχώρησας Θεομῆτορ· μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ Σου, ἐν τῷ κόσμῳ δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν Σοι· χαῖρε ἡ Κεχαριτωμένη.
 
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Τὴν Μάρτυρα Χριστοῦ, τοῦ Ἀνδρέου τὸ τέκνον, ἐν λόγοις καὶ ᾠδαῖς, εὐφημήσωμεν πάντες, κηρύττοντες τοῖς πέρασι, τὴν σεπτὴν αὐτῆς ἄθλησιν, καὶ μαρτύριον, ὑπὲρ τοῦ θείου Νυμφίου, ὅ ὑπέμεινε Ὡραιοζήλη ἡ θεία, Χριστοῦ τὸ ἐκτύπωμα.

Δόξα.

Σεμνὴ καὶ εὐσεβής, καὶ μαθήτρια θεία, Ἀνδρέου τοῦ σοφοῦ, Πρωτοκλήτου Κυρίου, τιμῶμεν καὶ σέβομεν, καὶ ὑμνοῦντες γεραίρομεν, ὅτι ἤθλησεν,  ὑπὲρ τοῦ θείου Νυμφίου, ὅ ὑπέμεινε Ὡραιοζήλη ἡ θεία, Χριστοῦ τὸ ἐκτύπωμα.

Καὶ νῦν. Θεοτοκίον.

Μητέρα Σε Θεοῦ, ἐπιστάμεθα πάντες, παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν Σὴν ἀγαθότητα· Σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· Σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.
 
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Καταπλήττεις ἀσεβεῖς, τῇ θαυμαστῇ ὑπομονῇ, καὶ κηρύττεις τοῖς πιστοῖς, Ὡραιοζήλη τοῦ Χριστοῦ, τὴν παντοδύναμον χάριν ἐν μαρτυρίῳ· ὅθεν ὡς Θεός, σὲ ἐδόξασε, πύλην οὐρανοῦ, σοὶ ἠνέῳξε, καὶ ἐν τιμῇ ἐδέξατό σε Μάρτυς, ἐν οὐρανίοις σκηνώμασιν· Χριστὲ πρεσβείαις, τῆς καλλινίκου, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ μυστήριον τῆς Σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς Σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι· καὶ Σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.
 
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ιβ΄ 8 – 12).

Εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς, καὶ τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τῆς Ἀθληφόρου…  
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…  

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...
Ἡ τῆς Ὁσιοπαρθενομάρτυρος Ὡραιοζήλη μνήμη, ἑορτὴ πανευφρόσυνος τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ ἐδωρήθη. Αὕτη γὰρ τὴν τῆς ψυχῆς θύραν, τῷ θείῳ Νυμφίῳ ἀνοίξασα, κατοικητήριον καὶ ναὸς τῆς Αὐτοῦ χάριτος ἔμψυχος ἀνεδείχθη. Μαρτυρικῶς δὲ τοῦ κόσμου ἐξελθοῦσα, σὺν πᾶσι τοῖς Ἀγίοις συγκάθεδρος τῷ Κυρίῳ γέγονεν, κατὰ τὴν τοῦ Κυρίου ὑπόσχεσιν· ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ’ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ Πατρός μου ἐν τῷ θρόνῳ Αὐτοῦ. Αὐτῆς ταῖς ἱκεσίαις σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.
 
Οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Ὡραιοζήλης ἄθλησιν, ὕμνοις τιμῶ. Νικοδήμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ὡραίαν ὑπάρχουσαν τῇ ψυχῇ, τὴν Ὡραιοζήλην, ἀνυμνῆσαι πανευλαβῶς, ἀξίωσον Κύριε Σὸν δοῦλον, ἐν ταπεινώσει αἰτοῦντα τὴν χάριν Σου.
Ῥευστὰ ἀρνηθεῖσα Μάρτυς σεπτή, Χριστῷ ἠκολούθεις, ὡς Νυμφίῳ τῆς σῆς ψυχῆς· Αὐτὸν καθικέτευε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν τιμώντων τὴν μνήμην σου.
Ἀξίωσον πάντας σοὺς ὑμνητάς, ὦ Ὡραιοζήλη, μελετῆσαι σὴν βιοτήν, καὶ ἄθλησιν θείαν ὑπὲρ Λόγου, ἵνα ἐν ἔργοις Αὐτὸν ἀγαπήσωμεν.

Θεοτοκίον.

Ἰσχύεις πρεσβείαις Σου πρὸς Χριστόν, ἁγνὴ Θεοτόκε, ὡς κυήσασα ἐν γαστρί, Θεὸν τῶν ἁπάντων, Ὃν δυσώπει, ὑπὲρ τῶν πίστει τιμώντων Σε Ἄχραντε.
 
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Οὐρανοῦ κτίστην Λόγον, τοῖς ἀδελφοῖς ἔδειξας, ὦ Ὡραιοζήλη ἐν λόγοις, καὶ ἐν ἀθλήμασι, τοὺς σὲ τιμῶντας σεπτή, ἐν ἀληθείᾳ καὶ ἔργοις, ἀνυμνεῖν ἀξίωσον, τὸν μόνον Κύριον.
Ζωὴν θείαν ποθοῦσα, τῷ Ἰησοῦ δέδωκας, ψυχήν τε καὶ σῶμα Ἁγία, λιποῦσα πρόσκαιρα· διὸ ποθεῖν καὶ ἡμᾶς, τὴν Βασιλείαν τὴν ἄνω, καὶ ζωὴν τὴν κρείττονα, λιταῖς σου δώρησαι.
Ἠξιώθης Ἁγία, τῆς τοῦ Χριστοῦ χάριτος, καὶ τοῦ μαρτυρίου τῆς δόξης, καὶ ἁγιότητος· ὅθεν λιταῖς σου Ἁγνή, ἡμᾶς ἀξίωσον ἔχειν, ἐν καρδίᾳ Κύριον, καὶ ζῆλον ἔνθεον.

Θεοτοκίον.

Λυτρωτὴν τοῖς ἀνθρώποις, πᾶσι Χριστὸν τέξασα, πρέσβευε Αὐτῷ Θεοτόκε, ὑπὲρ τῶν δούλων Σου, ὅπως ῥυσθῶμεν Ἁγνή, ἐκ τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖα Σου.
 
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Παρθένον καὶ Μάρτυρα, ἐν θεοδέκτοις ᾠδαῖς, καὶ λόγοις κηρύττομεν, Ὡραιοζήλην πιστοί, ἐν πᾶσι τοῖς ἔθνεσι· Μάρτυς γὰρ ἀληθείας, τοῦ Χριστοῦ ἀνεδείχθη, χάριτι ὑπομένει, αἰκισμοὺς μαρτυρίου· διὸ σὺν τοῖς Πρωτοτόκοις, πᾶσιν εὐφραίνεται.

Δόξα. Καὶ ννΘεοτοκίον.

Ἡ μόνη κυήσασα τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ τόκῳ Σου Ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, Αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, Ὅν ἐσωμάτωσας.
 
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἠνεώχθησαν Μάρτυρι, αἱ τῆς Βασιλείας πύλαι οὐράνιαι, καὶ ὁ Λόγος ὑπεδέξατο, τὴν Ἁγίαν Μάρτυρα ὡς πρέσβειραν.
Σαῖς λιταῖς πρὸς τὸν Κύριον, ὦ Ὡραιοζήλη ἡμᾶς περίσκεπε, καὶ παγίδας τοῦ ἀλάστορος, τῇ σῇ χάριτι ταχὺ διάλυσον.
Ἀπὸ ζάλης καὶ θλίψεως, ὦ Ὡραιοζήλη πιστοὺς διάσωσον, καὶ ἐκ πάσης περιστάσεως, καὶ ἐχθρῶν ψυχῆς ὁμοῦ καὶ σώματος.

Θεοτοκίον.

Θεοδόξαστε Πάναγνε, Σοῦ Υἱοῦ τὴν χάριν ἡμῖν κατάπεμψον, ἵνα πάντες ἀποφύγωμεν, τοῦ δολίου δράκοντος τὰ ἔνεδρα.
 
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Λύτρωσιν ψυχῆς, σαῖς πρεσβείαις ἡμῖν δώρησαι, Ὡραιοζήλη Μάρτυς τοῦ Ἰησοῦ, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Ἥδιστον ἡμῖν, ἀνυμνεῖν τὰ σὰ ἀθλήματα, καὶ ἐκζητεῖν λιτάς σου πρὸς τὸν Χριστόν, ἵνα ῥυσθῶμεν, Ἁγία τῆς κατακρίσεως.
Σύνεσιν ψυχῆς, καὶ διάκρισιν παράσχου μοι, καὶ τὴν χαρὰν τὴν θείαν τοῦ οὐρανοῦ, Ὡραιοζήλη, λιταῖς σου πρὸς τὸν Φιλάνθρωπον.

Θεοτοκίον.

Ἴασίν μοι δός, Θεοτόκε καὶ κραταίωσιν, καὶ ἐν ἀγῶσι νίκας κατ’ ἐχθρῶν, ἵνα εἰσέλθω, εἰς χώραν τῆς καταπαύσεως.
 
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.

Νενίκηκας, τοῦ ἐχθροῦ φρυάγματα, καὶ συνέτριψας αὐτοῦ τὰς παγίδας, ὅτι Χριστός, ἐν ψυχῇ σου κατώκει, καὶ δι’ Αὐτοῦ κατενίκας τὸν δράκοντα· σοῦ δέομαι Μάρτυς Χριστοῦ, ἐκ βελῶν ἀντιδίκου διάσωσον.
Ὑψώσασα, πρὸς Θεὸν τὸ φρόνημα, ἀπηρνήθης τὰ ἐπίκηρα κόσμου, καὶ τελευτήν, τῶν Μαρτύρων ποθοῦσα, καθωμολόγεις Χριστὸν ὡς Θεάνθρωπον· διὸ ἐτύθης θαυμαστῶς, ὡς ἀρνίον Χριστοῦ καλλιπάρθενε.
Μυρίπνοον, τοῦ Χριστοῦ ὀσφράδιον, ἀληθῶς Ὡραιοζήλη ἐδείχθης, ὅτι δεινῶς, ἀσεβούντων τὴν πλάνην, ἐν μαρτυρίῳ καὶ λόγοις κατήσχυνας, καὶ θαύμασι τὸν Ἰησοῦν, λυτρωτὴν τῶν ἀνθρώπων ἐκήρυξας.

Θεοτοκίον.

Νεᾶνις, τὸν Ἰησοῦν ἐγέννησας, ὑπὲρ φύσιν τε καὶ λόγον ὡς βρέφος, καὶ ἐν χερσί, τὸν Θεὸν ἠγκαλίσω, καὶ ἐκ μαζῶν Σου Αὐτὸν ἐγαλούχησας· διὸ ὡς Μήτηρ τοῦ Θεοῦ, ὑπὲρ πάντων Αὐτὸν καθικέτευε.
 
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Χριστὸν τὸν Θεὸν, ἠγάπησας χριστόνυμφε, Ἀνδρέου κλεινοῦ, πεισθεῖσα τῷ κηρύγματι, ἐν χαρᾷ ἐκήρυξας, θεοδώρητον πίστιν τοῖς ἔθνεσιν, τῇ ὁμολογίᾳ δὲ Χριστοῦ, ἐστέφθης ὡς Μάρτυς ἐν τῇ ἄνω Σιών.

Ὁ Οἶκος.

Ἡ τῶν Πρωτοτόκων χορεία, ἐν οὐρανοῖς ἑορταστικῶς, τῇ καλλινίκῳ Μάρτυρι Ὡραιοζήλῃ συναγάλλεται. Αὕτη γάρ, τοῦ Πρωτοκλήτου Ἀνδρέου ἐνωτισθεῖσα τοὺς λόγους καὶ ὑπ’ αὐτοῦ βαπτισθεῖσα, τῷ Νυμφίῳ Χριστῷ καὶ τῇ Αὐτοῦ Ἐκκλησίᾳ ὁλοψύχως ἀφιερώθη. Διὰ προσευχῆς ἀγρυπνίας καὶ νηστείας πνευματικῶς ἐνασκηθεῖσα, ὡς ἰσαπόστολος τὸν Χριστὸν τοῖς ἔθνεσιν, ὡς μόνον ἀληθῆ Θεὸν ἐκήρυξεν. Ἐν παῤῥησίᾳ δὲ τὴν πρὸς τὸν Λόγον πίστιν ὁμολογήσασα καὶ πολλὰς βασάνους καὶ μαρτύρια ὑπομείνασα, δι’ ἀποκεφαλισμοῦ ἐτελειώθη, στεφθεῖσα ὡς Μάρτυς ἐν τῇ ἄνω Σιών.
 
Συναξάριον.

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός,  μνήμη τῆς Ἁγίας Μάρτυρος Ὡραιοζήλης.

Στίχοι·

Εἰς πῦρ βληθεῖσα Ὡραιοζήλη, Λόγε,
ἅπασι βρύει τοὺς κρουνοὺς τῶν θαυμάτων.
Ἕκτῃ εἰκοστῇ φλογὶ Ὡραιοζήλη ἐβλήθη.

Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.
 
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Οἱ πόθῳ ἐκτελοῦντες, σεβασμίαν σου μνήμην Ὡραιοζήλη σεμνή, κηρύττομεν ἐν κόσμῳ, τὰ θαύματά σου Μάρτυς, καὶ βοῶμεν πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰσχύειν ἐν Κυρίῳ, κατὰ πλάνης ἀθέων Ὡραιοζήλη ἁγνή, στηρίζεις δὲ ἐν πίστει, Ὀρθοδόξων τὰ πλήθη, τῶν βοώντων πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Στεφθεῖσα ἐπαξίως, ὑπὸ τοῦ Θεανθρώπου Ὡραιοζήλη σεπτή, συμψάλλεις μετ’ Ἀγγέλων, καὶ πάντων τῶν Ἁγίων, τῶν βοώντων πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.

Τεκοῦσα Θεὸν Λόγον, ἀνεδείχθης Παρθένε ἡ θεοδόχος σκηνή· ἱκέτευε Σὸν Τόκον, ὑπὲρ τῶν Σῶν ὑμνούντων, καὶ φαιδρῶς συμψαλλόντων Σοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
 
ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἰσχὺν λαβοῦσα, Ὡραιοζήλη Κυρίου, μαρτυρεῖ ὑπὲρ Τούτου καὶ ψάλλει· τὸν Χριστὸν δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
Μιμησαμένη, τῶν Πρωτοτόκων τοὺς ἄθλους, ἡ Ἁγία ὑμνεῖ Θεὸν Λόγον, σὺν Ἁγίοις πᾶσιν, εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικόν.

Ὡραιοζήλη, ὁμολογοῦσα Τριάδα, σὺν Ἁγίοις ἀεὶ σαββατίζει, ἀνυμνολογοῦσα, Αὐτὴν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ναὸν τοῦ Λόγου, καὶ οὐρανῶν Πλατυτέραν, Σὲ Παρθένε κηρύττομεν ὕμνοις, καὶ δοξολογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
 
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἱκέτευε τὸν Λόγον, Ὃν καθωμολόγεις, Ὡραιοζήλη θεόφρον ὡς μόνον Θεόν, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, τοὺς ἀνυμνοῦντάς σε.
Κραταίωσον τοὺς πόθῳ, σὲ ἐπευφημοῦντας, Ὡραιοζήλη ἐν πίστει καὶ βίῳ σεμνῷ, καὶ ἐν παλαίσμασι θείοις, καὶ ἀγωνίσμασιν.
Ὁμότροπον Μαρτύρων, σὲ ὁμολογοῦμεν, Ὡραιοζήλη Ἁγία Χριστοῦ Ἀθλητῶν, καὶ βιαστῶν Πρωτοτόκων, πιστὸν ἀντίτυπον.

 Θεοτοκίον.

Δεσπότου τὴν Μητέρα, τιμήσωμεν ἐν ὕμνοις, τὴν τῶν πιστῶν προστασίαν καὶ σκέπην σεπτήν, τῶν Ἀσωμάτων τε δόξαν, καὶ τὸ ἐντρύφημα.
 
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τὴν θείαν καλλιμάρτυρα, ἐν ὕμνοις εὐφημήσωμεν· ζῆλον γὰρ ἔχουσα θεῖον, Μαρτύρων εἴληφε χάριν· Κύριον τὸν Θεάνθρωπον, ἐν αἰκισμοῖς ἐκήρυξε, εἴδωλα ἀθεότητος, δυνάμει Πνεύματος θείου, ψευδῆ ἀπέδειξε πᾶσιν.

Θεοτοκίον.

Μαρίαν τὴν Θεόνυμφον, τὴν τέξασαν τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν· ζωῆς γὰρ γέγονε Μήτηρ, Τράπεζα ἄρτον φέρουσα, Λυχνία ἡ φωτίζουσα, Σκέπη δὲ κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς καρδίας, ὑπάρχει ἡ Θεοτόκος.
 
Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια τρία, δευτεροῦντες τό πρῶτον. Ἦχος πλ. δ΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε εὐφημήσωμεν, Ὡραιοζήλην ἐν ὕμνοις, καὶ αὐτῆς σαλπίσωμεν, ἀρετὰς μαρτύριον καὶ τελείωσιν· μαθητοῦ γέγονε, τοῦ Ἀνδρέου τέκνον, καὶ Χριστοῦ πιστὸν ἀντίτυπον, λιποῦσα ἅπασαν, τὴν ἐπὶ τῆς γῆς ματαιότητα, δυνάμει τε ἐκήρυξε, πίστιν εἰς Χριστὸν καὶ ἀλήθειαν, καὶ κατηξιώθη, τυθῆναι ὥσπερ σφάγιον Αὐτῷ, καὶ εἰσελθεῖν εἰς οὐράνιον, παστάδα ἡ ἔνδοξος. (Δίς).
Ὕμνοις ἑορτάσωμεν, Ὡραιοζήλης τὴν μνήμην, τῶν πιστῶν ὁ σύλλογος, καὶ ἐν ἐγκωμίοις ἐπευφημήσωμεν· τῶν πιστῶν γέγονε, μαρτυρίας τύπος, ἀγρυπνίας τὸ ὑπόδειγμα, νηστείας πρότυπον, καὶ ὁμολογίας ἀγλάϊσμα, Μαρτύρων ἐγκαλλώπισμα, καὶ τῆς καρτερίας διδάσκαλος· ὅθεν ὁ Δεσπότης, εἰσήγαγεν αὐτὴν εἰς οὐρανούς, σαββατισμὸν δωρησάμενος, καὶ ζωὴν αἰώνιον.
Πνεύματι ὑπέμεινεν, Ὡραιοζήλη ἡ θεία, αἰκισμοὺς τοῦ σώματος, καὶ πικρὸν μαρτύριον ἡ πανεύφημος, τοῖς πιστοῖς ἔδειξε, Τρισαγίου δόξαν, καὶ ἀθλήσεως τὸ εὔτονον, θυσίαν ἔνθεον, καὶ ἐν μαρτυρίῳ τελείωσιν· τρανῶς δὲ διεκήρυξε, τὴν εἰδωλικὴν ματαιότητα·  ὅθεν ἐπαξίως, εἰσῆλθεν εἰς νυμφῶνα φωτεινόν, καὶ αἰωνίως ἀγάλλεται, σὺν πᾶσιν τοῖς Μάρτυσιν.

Δόξα. Ἦχος πλ. δ΄.

Τῆς ἀσκήσεως τὸ σεπτὸν ἐγκαλλώπισμα, καὶ τῆς ὁσιότητος τὸ μέγα κειμήλιον, Ὡραιοζήλην τὴν Ὁσιοπαρθενομάρτυρα, ἐν ᾠδαῖς πνευματικαῖς μεγαλύνωμεν. Αὕτη γὰρ τὴν Βασιλείαν τοῦ Θεοῦ ποθοῦσα, καὶ τὸν τῆς ψυχῆς Νυμφίον Χριστὸν, μανικῶς ἀγαπήσασα, τὰς τῆς σαρκὸς ἀπολαύσεις, καὶ τὰ τοῦ κόσμου τερπνὰ, εἰς οὐδὲν ἐλογίσατο· ὅθεν ἀγγελικῶς βιώσασα ὡς Ὁσιοπάρθενος, καὶ τοῖς ἐν σκότει καθεύδουσιν, ὡς Ἀπόστολος τὸν Χριστὸν κηρύξασα, ἐνδόξως καὶ μαρτυρικῶς ἐτελειώ-θη. Αὐτῆς πρεσβείαις, σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.

     Καὶ νῦν. Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
 
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
 
Μεγαλυνάρια.

Δεῦτε καταστέψωμεν ἐν ᾠδαῖς, τὴν Ὡραιοζήλην, τοῦ Ἀνδρέου τέκνον λαμπρόν, τὴν ὑπὲρ τοῦ Λόγου, ὡς σφάγιον τυθεῖσαν, ἐν δόξῃ δὲ στεφθεῖσαν, θείοις ἐν δώμασιν.
Τῆς Ὡραιοζήλης τὰς ἀρετάς, πίστιν πρὸς Τριάδα, ἀγρυπνίαν καὶ προσευχήν, νηστείαν καὶ βίαν, θυσίαν ὑπὲρ Λόγου, τιμήσωμεν ἐνθέως, καὶ μεγαλύνωμεν.

 https://orthodoxhymnography.blogspot.com/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Δημοφιλείς αναρτήσεις