Επιλύχνιος Ευχαριστία (Φως ιλαρόν)

Φως ιλαρόν αγίας δόξης Αθανάτου Πατρός, ουρανίου, αγίου, μάκαρος, Ιησού Χριστέ, Ελθόντες επί την ηλίου δύσιν, ιδόντες φως εσπερινόν, υμνούμεν Πατέρα, Υιόν και Άγιον Πνεύμα, Θεόν. Άξιόν Σε εν πάσι καιροίς υμνείσθαι φωναίς αισίαις Υιέ Θεού, ζωήν ο διδούς• διό ο κόσμος Σε δοξάζει».

Μενού

...«Αδιαλείπτως προσεύχεσθε, εν παντί ευχαριστείτε· τούτο γαρ θέλημα Θεού εν Χριστώ Ιησού εις υμάς», Απ. Παύλος, Α' Θεσ. 5-17
*Συνεχώς καινούρια θέματα ... κοινοποιήστε τα θέματα που σας αρέσουν*

Παρασκευή 18 Ιουλίου 2025

Ακολουθία και Κανών Παρακλητικός εις τον Όσιο Δημήτριο Γκαγκαστάθη


Ακολουθία και Κανών Παρακλητικός εις τον Όσιο Δημήτριο Γκαγκαστάθη (Χαρ. Μπούσια).


Η Αγία και Ιερά Σύνοδος του Οικουμενικού Πατριαρχείου, κατόπιν σχετικής εισήγησης της αρμόδιας Συνοδικής Επιτροπής προέβη στην Αγιοκατάταξη του Πρωτοπρεσβυτέρου Δημητρίου Γκαγκαστάθη, Ακολουθία και Παρακλητικό κανόνα εις τον οποίο συνέταξε ο Χαράλαμπος Μπούσιας, Μέγας Υμνογράφος της Αλεξανδρινών Εκκλησίας για να τιμάται εν Εκκλησίαις το όνομα του νεοκαταταγέντος Αγίου.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἀγαθὸν τοῦ Κυρίου
λευΐτην μέλψωμεν,
ὡς νεοσσὸν στρουθίου
τὸν ἐν ὕψει ἀρθέντα
καὶ σὺν τῇ ὁμηγύρει Ταξιαρχῶν
ἀενάως δοξάζοντα
τὸν Ποιητὴν πάσης κτίσεως καὶ Θεόν,
πνευματέμφορον Δημήτριον.
Οἰακιζόμενος, πάτερ,
ὑπὸ τῆ χάριτος
τῆς πανσθενοῦς ταῖς τρίβοις
ἠκολούθησας χαίρων
ὁσίων παιδιόθεν καὶ οὐρανοῦ
ἀλλοιώσεις δεχόμενος
ἀποκαλύψεις τε πέφηνας ἱερεὺς
θαυματόβρυτος, Δημήτριε.
3
Τοῖς σοῖς σπαργάνοις ἡ κώμη
Πλατάνου γάνυται
καὶ τῇ σῇ προστασίᾳ,
λειτουργὲ μυστηρίων
ἀχράντων, Ἐκκλησία, πάτερ ἡμῶν,
μύρου ὁ πολυχεύμονας
κρουνοὺς ἀνοίγων, Δημήτριε, θαυμαστῶς
ἐν ταῖς θείαις Λειτουργίαις σου.
Τῆς Θεομήτορος φίλον,
σεμνὸν Δημήτριον,
καὶ τῶν Ἀρχιστρατήγων
ὑμνητὴν τῶν Ἀγγέλων,
τὸ σκήνωμα ἀγάπης τῆς τοῦ Θεοῦ
καὶ χαρίτων τοῦ Πνεύματος
τοῦ παναγίου ταμεῖον, δεῦτε, πιστοί,
γεγηθότες εὐφημήσωμεν.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸν ἑαυτὸν τῆς γῆς λογιζόμενον σκύβαλον
καὶ ἱερέων ἔσχατον ἐγκωμιάσωμεν
ὡς ὑψιπέτην ἀετὸν τῆς θείας χάριτος,
παναοίδιμον Δημήτριον,
Πλατάνου τῆς Θεσσαλίας τὸ περίβλεπτον καύχημα·
οὗτος γὰρ ἀδιαλείπτως εὐχόμενος,
συνεργὸς σωτηρίας πιστῶν γενόμενος
καὶ πάμπολλα δεινὰ πάσχων ὑπὲρ λαοῦ τοῦ Θεοῦ
ἁγίων ἰσοστάσιος ἄρτι πέφηνε
καὶ μεσίτης ἡμῶν πρὸς Κύριον θερμότατος.
Καὶ νῦν. Θεοτοκίον. Δέσποινα, πρόσδεξαι…
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε, ὁ ταπεινὸς
καὶ πολιὸς λευΐτης,
ἀεὶ ὁ χεῖρας τείνων
καὶ ὄμματα καρδίας
πρὸς Κύριον, Δημήτριε.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
4
Ἔγγαμε ἀσκητά,
σφραγὶς πολυτεκνίας,
φιλανθρωπίας κέρας
καὶ μυστιπόλε θεῖε,
Δημήτριε, ὑμνοῦμέν σε.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαῖρε, ὁ τῶν τερπνῶν
ἁπάντων καὶ ἡδέων
τοῦ βίου ἐκδημήσας
καὶ ἐνδημήσας πόθῳ
τῷ Κτίσαντι, Δημήτριε.
Δόξα. Τριαδικόν.
Χαῖρε, Τριὰς σεπτή,
ὁμόδοξε θεότης,
Πάτερ σὺν τῷ συνθρόνῳ
Υἱῷ Σου καὶ τῷ θείῳ
καὶ ζωηφόρῳ Πνεύματι.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Μαριάμ,
μετὰ τοῦ Δημητρίου,
τοῦ ἐκλεκτοῦ σου φίλου,
ἱκέτευε ἀπαύστως
ὑπὲρ ἡμῶν τὸν Τόκον σου.
Νῦν ἀπολύεις…..τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου
Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
*****************************************************************************
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Δημήτριε, πάτερ ἱερέ,
τοῦ Πλατάνου βλάστημα,
ὁ πτερωθεὶς θείῳ ἔρωτι
καὶ ὥσπερ ἄγγελος
5
ἐπὶ γῆς βιώσας
καὶ βαδίσας ἴχνεσιν
ὁσίων ἀσκητῶν ἄρτι κότινον
αἰωνιότητος
ἐκ χειρῶν Χριστοῦ ἀπείληφας
ὡς καμάτων
τῶν σῶν ἀντιμίσθιον.
Δημήτριε, σκεῦος ἐκλογῆς
παιδιόθεν γέγονας
καὶ τῆς σοφίας τῆς κρείττονος
πέφηνας μέλαθρον,
εἰ καὶ τὴν παιδείαν,
πάτερ, οὐκ ηὐμοίρησας
τὴν θύραθεν λαβεῖν, παναοίδιμε·
ὅθεν τιμῶντές σου
πολιτείας τὸ ὑπέρλαμπρον
ἀνυμνοῦμεν
τὸν σὲ κραταιώσαντα.
Δημήτριε θεῖε, ἀκραιφνοῦς
ἀγωγῆς ἀρχέτυπον
καὶ σωφροσύνης, ἐπ’ ὤμων σου
βίου ἀράμενος
τὸν σταυρὸν ἐγγάμου,
κύκλῳ τῆς τραπέζης σου
κατεῖδες ἐλαιῶν ὡς νεόφυτα
πλῆθος τῶν τέκνων σου,
ἃ φιλεῖν Χριστὸν ἀείποτε
ἐνουθέτεις
καὶ Κτίστην τοῦ σύμπαντος.
Δημήτριε μάκαρ, ὑμνητά,
φίλε καὶ ὁμόζηλε
τῶν Ἀρχαγγέλων, ὡς ἄγγελος
τρόποις ἀπλάστοις σου,
προσευχαῖς ἀπαύστοις,
βιοτῆς ἁπλότητι,
ἀγάπῃ ἀληθῇ, νήψει, δάκρυσι
καὶ νουθεσίαις σου
ἐν Πλατάνου κώμῃ ἔλαμψας
6
καὶ σκοτίαν
λαοῦ ἀπεδίωξας.
Δημήτριε, σὲ ὁ τὰ μωρὰ
κόσμου Παντοδύναμος
Θεὸς ἐκλέξας, θεόπνευστε,
ἵνα τοῦ σύμπαντος
τοὺς σοφοὺς αἰσχύνῃ,
θεϊκῆς σὲ ἔδειξε
σοφίας διαυγέστατον ἔσοπτρον
καὶ θεοπρόβλητον
ἱερέα· ὅθεν μνήμην σου
τὴν ἁγίαν
τιμῶμεν γηθόμενοι.
Δημήτριον πρᾶον καὶ ἁπλοῦν
ἱερέα μέλψωμεν,
τὸν ταμειοῦχον τῆς χάριτος
καὶ διακρίσεως
βάθρον, τὸν ἁγίοις
ὁμιλεῖν δυνάμενον
καὶ τούτοις μεταφέρειν αἰτήματα
πάντων πρὸς πλήρωσιν
ἐκβοῶντες· Χαῖρε, ὅσιε,
σῶν προσφύγων
χαρὰ καὶ ἀντίληψις.
Δόξα. Ἦχος πλ. β΄.
Ἀγγελικὸν βίον ἀρτίως ἐπιδειξάμενος
ἱερουργὸς θειότατος τοῦ Πλατάνου
καὶ τῶν Ἀρχαγγέλων ἱκέτης θερμότατος χρηματίσας
ἄνθρωπος οὐράνιος ἀπεφάνθης,
Δημήτριε πάντιμε·
σὺ γὰρ σκύβαλον κόσμου σεαυτὸν λογιζόμενος
καὶ σκύβαλα πάντα τὰ γεώδη ἡγούμενος
σύνοικον τὴν ἀρετὴν ἐκτήσω
καὶ τὸν τῆς θεώσεως δρόμος καλῶς ἐτέλεσας,
πρεσβῦτα θεοδόξαστε·
Θεάμων οὖν πέλων τῆς δόξης τοῦ Παβασιλέως Χριστοῦ
ὡς ὅσιος κεκεκοσμημένος θεωρίᾳ καὶ πράξει,
μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελοῦντων,
θεόληπτε πάτερ, τὴν ἀεισέβαστον μνήμην σου.
7
Καὶ νῦν. Θεοτοκίον. Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε,…
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
( Κεφ. ια’ 23-31 )
Ἐπιθυμία δικαίων πᾶσα ἀγαθή, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. Εἰσίν,
οἵ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσι, εἰσὶ δὲ καὶ οἱ συνάγοντες
ἐλαττονοῦνται.Ψυχὴ εὐλογημένη πᾶσα ἁπλῆ, ἀνὴρ δὲ θυμώδης οὐκ
εὐσχήμων.Ὁ συνέχων σῖτον ὑπολείποιτο αὐτὸν τοῖς ἔθνεσιν,
εὐλογίαν δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος. Τεκταινόμενος ἀγαθὰ
ζητεῖ χάριν ἀγαθήν, ἐκζητοῦντα δὲ κακά, καταλήψεται αὐτόν. Ὁ
πεποιθὼς ἐπὶ πλούτῳ οὗτος πεσεῖται, ὁ δὲ ἀντιλαμβανόμενος δικαίων
οὗτος ἀνατελεῖ. Ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ
κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ. Ἐκ καρποῦ
δικαιοσύνης φύεται δένδρον ζωῆς, ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ
παρανόμων. Εἰ ὁ μὲν δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ὁ
ἁμαρτωλὸς ποῦ φανεῖται;
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα.
(Κεφ. ζ΄ 29 -36)
Τέκνον, ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν Κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ
θαύμαζε. Ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς
λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. Φοβοῦ τὸν ἱερέα καὶ δῷς τὴν
μερίδα αὐτῷ, καθὼς ἐντέταλταί σοι, ἀπαρχὴν καὶ περὶ πλημμελείας
καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων. Καὶ
πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου. Χάρις
δόματος ἔναντι παντὸς ζῶντος καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν.
Μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον. Μὴ
ὄκνει ἐπισκέπτεσθαι ἄῤῥωστον, ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ.
Ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου καὶ εἰς τὸν αἰῶνα
οὐχ ἁμαρτήσεις.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. δ΄ 7 – 15 )
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον
οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται· πολιὰ δέ ἐστι
φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος
8
τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη·
ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἤ δόλος ἀπατήσῃ ψυχὴν
αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς
ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε
χρόνους μακρούς, ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο
ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες,
μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις
αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ἰδιόμελα.
Ἦχος α΄.
Ὁ ἐκ Πλατάνου ἰσάγγελος ἄνθρωπος,
ἀρτίως ὀφθεὶς ἐν κόσμῳ ἐπίγειος ἄγγελος,
ὁ ἀγγελικὴν ζωὴν ἐπαγόμενος
καὶ ἀσιγήτως αἰνῶν Χριστόν, τὸν Θεάνθρωπον,
Δημήτριος ὁ ὁσιώτατος, πιστοὺς συγκαλεῖται σήμερον
πρὸς πνευματικὴν τῆς θεοφιλοῦς αὐτοῦ ἀγωγῆς ἑστίασιν·
δεῦτε οὖν, φιλέορτοι, εὐφραινόμενοι
καὶ ἀπολαύοντες τῆς ἱερᾶς ταύτης πανδαισίας
ἐπαινέσωμεν τοῦ πατρὸς τὴν ἁπλότητα,
τὴν τῶν ἠθῶν διακόσμησιν,
τὴν ἀκακίαν καὶ ὀρθότητα τῶν εὐσεβῶν δογμάτων,
δι’ ὧν Χριστὸν ἐκέρδησε
καὶ πρέσβυς ἡμῶν πρὸς Αὐτὸν θερμότατος γέγονεν.
Ἦχος β΄.
Ἐπέστη νῦν ἡ πανέορτος μνήμη σου,
Δημήτριε, πάτερ ἡμῶν ὅσιε,
ὡ φωτοφόρος ἀστὴρ τὰς καρδίας ἡμῶν ἀγλαΐζουσα
καὶ χαρμονικῶς πρὸς δόξαν Κυρίου ἐγείρουσα·
Αὐτῷ οὖν παρεστὼς ὡς μυστηπόλος θεῖος
καὶ λειτουργὸς τῶν αὐτοῦ μυστηρίων ἱερώτατος,
μὴ παύσῃ ἐκτενῶς πρεσβεύων
ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Τῇ τοῦ Θεοῦ πανσόφῳ προνοίᾳ
καὶ τῆς Κυρίας Θεοτόκου
9
καὶ τῶν Ἀρχαγγέλων βοηθείᾳ καὶ προστασίᾳ,
εἰς οὓς ἀεὶ κατέφευγες ἐν θλίψεσι,
θαυμαστῶς διεσώθης, Δημήτριε·
καὶ νῦν ἀγγέλοις συνευφραινόμενος
καὶ τῇ Θεομήτορι παριστάμενος
Χριστόν, τὸν φιλεύσπλαγχνον Κύριον, ἱκέτευε
ἐλεηθῆναι τὰς ψυχὰς τῶν τιμώντων
τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος δ΄.
Τὸν καλὸν πνευματικὸν ποιμένα τοῦ Πλατάνου,
τὴν ψυχὴν αὐτοῦ δυνάμενον θεῖναι
ὑπὲρ τῶν λογικῶν αὐτοῦ προβάτων,
ἱερέα Δημήτριον, μελιχροῖς ἐγκωμιάσωμεν ᾄσμασιν·
οὗτος γὰρ τοὺς νοητοὺς καὶ ἀνθρωπομόρφους, λυσσώδεις λύκους,
τοὺς ὁρμήσαντας κατὰ τῆς τοῦ Χριστοῦ σεπτῆς Ἐκκλησίας ἐδίωξε
θείᾳ συνεργείᾳ καὶ ψυχῆς ἀδιαπτώτῳ δυνάμει·
καὶ νῦν οὐρανόθεν ἐποπτεύει τοὺς αὐτὸν τιμῶνταςς
καὶ τῇ φλογίνῃ ῥομφαίᾳ τῶν προστατῶν αὐτοῦ Ἀρχαγγέλων
κατακαίει λύκους ζητοῦντας ἀφανίσαι
τὸ τοῦ Χριστοῦ ἅγιον ποίμνιον.
Δόξα. Ἦχος ὁ αὐτός.
Τὸν ἀτρύτοις πόνοις ἑαυτὸν ἀρετῇ κατακοσμήσαντα
καὶ ὁμόζηλον ἐν ἐσχάτοις χρόνοις
τῶν πάλαι ὁσίων γενόμενον,
Δημήτριον τὸν πάνσοφον, ὑμνήσωμεν·
οὗτος γὰρ φιλοπόνως ἐργασάμενος
τὸ δοθὲν αὐτῷ τάλαντον ἐπηύξησε
καὶ καλῶς τὸν βίον τελέσας ἐν Πλατάνῳ
τῆς ἄνω κλήσεως τὸ βραβεῖον ἀπείληφε·
καὶ νῦν τῇ ἁγίᾳ Τριάδι παριστάμενος
πρεσβεύει Αὐτῇ, τῇ ὁμοουσίῳ,
λυτρωθῆναι ἡμᾶς πειρασμῶν καὶ κινδύνων,
τοὺς αὐτοῦ ἐκτελοῦντας ἐν πίστει
μνήμην τὴν πάντιμον.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους φύλαττε,…
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
10
Χαίροις, ὁ τοῦ Πλατάνου βλαστὸς
καὶ ἱερεὺς καὶ ποδηγὸς πρὸς τελείωσιν,
λευῗτα πνευματοφόρε,
τῆς σωφροσύνης κανών,
ἀρετῶν παντοίων
καταφύγιον,
εὐχῆς ἐργαστήριον,
ταπεινώσεως μάργαρον,
ἀγάπης κέρας,
πονουμένων παράκλησις
καὶ προπύργιον
ἀῤῥαγὲς διοράσεως·
δώρησαι τοῖς τελοῦσί σου
τὸ θεῖον μνημόσυνον
ψυχῆς καὶ σώματος ῥῶσιν,
σημειοφόρε Δημήτριε,
Χριστὸν ἱκετεύων,
τὸν παρέχοντα τῷ κόσμῳ
τὸ μέγα ἔλεος.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, Ταξιαρχῶν λειτουργὸς
τοῦ ναϋδρίου, ὁ ζηλώσας τὴν εὔκλειαν
αὐτῶν ἐν Κυρίου θρόνῳ
ὡς ἀληθῶς καὶ ὀφθεὶς
Πνεύματος ἁγίου
θεῖον σκήνωμα,
Δημήτριε ὅσιε,
Ὀρθοδόξου φρονήματος
ἀστὴρ φωσφόρε,
ὁ φωτίσας τὰ πέρατα
τοῖς πυρσεύμασιν
ἀκραιφνοῦς πολιτείας σου·
ἄνθρωπε ἰσουράνιε,
ἐπίγειε ἄγγελε,
τῆς ἐξ ἐγγάμων χορείας
ὁσίων κλέος περίβλεπτον,
Χριστὸν ἐκδυσώπει
παρασχεῖν τοῖς σὲ τιμῶσι
τὸ μέγα ἔλεος.
11
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, χριστεπωνύμου λαοῦ
χειραγωγὸς πρὸς ἐν Κυρίῳ τελείωσιν,
διδάσκαλε τῆς ἀγάπης,
θεόφρον ὑφηγητὰ
προσευχῆς ἀόκνου
καὶ συνέσεως,
πρεσβῦτα Δημήτριε,
τῆς Μονῆς κτῖτορ δεύτερε
Κορμπόβου θεῖε,
ὁ πατήσας φρυάγματα
τοῦ ἀλάστορος
προσευχαῖς καὶ στερήσεσιν·
ἔχων οὖν πρὸς τὸν Κύριον
ἡμῶν, θεοφόρητε,
ὡς ἱερεὺς παῤῥησίαν
Αὐτὸν δυσώπει ἀείποτε
παρέχειν εἰρήνην
καὶ ὑγίειαν κατ’ ἄμφω
τοῖς σὲ γεραίρουσι.
Δόξα. Ἦχος πλ. δ΄.
Τίς ἀξίως ὑμνήσει τὴν ἁπλότητα
τῆς ἐπὶ γῆς πολιτείας σου,
τὴν ἀνδρείαν τοῦ πνεύματός σου
καὶ σὴν ταπείνωσιν,
δι’ ὧν εἰς ὕψος ἐπήρθης ἀνεξιχνίαστον, Δημήτριε;
Λειτουργὸς γὰρ Ὑψίστου γενόμενος θειότατος
καὶ τῶν Ἀρχαγγέλων ὁμότροπος δειχθεὶς καὶ ὁμόζηλος
δεδόξασαι παρὰ Κυρίου τῇ ἀφθόνῳ χορηγίᾳ τῆς χάριτος·
καὶ νῦν ἀγγέλοις συνὼν ἐν μακαρίᾳ δόξῃ
καὶ μετ’ αὐτῶν ἱερουργῶν ἐν τῷ ἄνῳ θυσιαστηρίῳ,
τὸν Ἀμνὸν τοῦ Θεοῦ καὶ Θεὸν ἡμῶν ἱκέτευε
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Δέσποινα, πρόσδεξαι…

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον , μεθ’ ὃ τὸ Θεὸς
Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν πνευματέμφορον λευΐτην Πλατάνου
καὶ πολυτόκον κατὰ πνεῦμα καὶ σάρκα
πατέρα εὐφημήσωμεν πιστοὶ ἐκτενῶς,
εὐλαβῆ Δημήτριον, ἀνακράζοντες πόθῳ·
Ἄνθρωπε ἰσάγγελε καὶ ζωῆς κληρονόμε
τῆς αἰωνίου, ῥῦσαι σαῖς λιταῖς
τοὺς σοὺς ἱκέτας δεινῶν τῆς κολάσεως.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.
Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·
” ΔΗΜΗΤΡΙῼ, ΑΝΘΡΩΠῼ ΤΟΥ ΘΕΟΥ ΠΡΟΣΠΙΠΤΩ. Χ.”
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
3
Δημήτριε, ἄνθρωπε τοῦ Θεοῦ,
ἐν χρόνοις ἐσχάτοις
ὁ ἐκλάμψας μαρμαρυγαῖς
ἁπλότητος καὶ χρηστοηθείας,
ἡμων τὰ σκότη εὐχαῖς σου διάλυσον.
Ἠδάφισας φρύαγμα τοῦ ἐχθροῦ,
Δημήτριε, σθένει
τῶν ἀόκνων σου προσευχῶν·
διὸ καὶ ἡμᾶς Χριστῷ πρεσβεύεις
εὐχῆς τοῖς ὅπλοις παλαῖσαι τὸν βέβηλον.
Μὴ παύσῃ τὸν Κύριον δυσωπῶν
ὑπὲρ τῶν τιμώντων
πολιτείαν σου τὴν σεπτήν,
Δημήτριε, κλέϊσμα Πλατάνου
καὶ ἱερέων ἁπάντων εὐπρέπεια.
Θεοτοκίον.
Ἡλίου γλυκεῖα τοῦ νοητοῦ
καὶ πάντιμε Μῆτερ,
Δημητρίου θερμαῖς λιταῖς
τὴν νύκτα ἐξάλειψον παθῶν μου
καὶ ἀρετῆς παμφαεῖς τρίβους δεῖξόν μοι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ταξιάρχην προστάτην
τὸν Μιχαὴλ ἔχοντα
καὶ ἀγγελικὴν πολιτείαν
ἐπιδειξάμενον
ἀνευφημοῦντες λαμπρῶς,
κλεινὸν Δημήτριον, πάντες
τὴν αὐτοῦ ἀντίληψιν
ἀπεκδεχόμεθα.
Ῥῦσαι πάσης ἀνάγκης
καὶ ζοφερῶν θλίψεων,
ἱερεῦ Θεοῦ τοῦ Ὑψίστου
πανοσιώτατε,
τοὺς προσκυνοῦντας πιστῶς
4
τὴν τῶν λειψάνων σου θήκην
καὶ φαιδρῶς τιμῶντάς σε,
μάκαρ Δημήτριε.
Ἱερώτατε μύστα
τῆς τοῦ Θεοῦ χάριτος,
ὁ τοὺς λογικοὺς νουθετήσας
ἄρνας τῆς ποίμνης σου
ταῖς σαῖς σοφαῖς διδαχαῖς,
πάτερ Δημήτριε, δεῖξον
τοῖς θερμοῖς ἱκέταις σου
πᾶσι συμπάθειαν.
Θεοτοκίον.
Ὡς μεσίτριαν πάντων
χριστιανῶν ἔνθερμον
σὲ ὑμνολογοῦντες, Παρθένε,
καὶ παραμύθιον
τῶν θλιβομένων πικρῶς
ἀναβοῶμεν· Σοὺς δούλους
ἴθυνον πρὸς θέωσιν
καὶ τελειότητα.
Διάσωσον,
πνευματοφόρε Δημήτριε, σοὺς ἱκέτας
ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοὺς τιμῶντάς σε
ὡς νέον ὡράϊσμα εὐσεβείας.
Ἐπίβλεψον
ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστόν, Ὃν θερμῶς ἐφίλεις, καθικέτευε
διδόναι ἡμῖν πταισμάτων ἀπολύτρωσιν,
ἱερεῦ Δημήτριε,
τοῦ Πλατάνου εὖχος ὑπέρτιμον·
σὲ γὰρ Χριστός, ὁ Κτίστης τοῦ παντὸς
ἐν χρόνοις ἐσχάτοις ἐθαυμάστωσεν.
5
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀμπεχόμενος ἔνδυμα,
κραταιὲ Δημήτριε, ἀφθαρτότητος,
τῆς φθορᾶς ἡμῶν ἀπέκδυσον
τὴν στολὴν πρεσβείαις σου πρὸς Κύριον.
Νεοσμίλευτον ἄγαλμα
τῆς Θεοῦ ἀγάπης καὶ ταπεινώσεως,
τοὺς ἱκέτας σου, Δημήτριε,
δεῖξον ἐκμαγεῖα θείας γνώσεως.
Θεοφόρε Δημήτριε,
ὁ μυρίσας κόσμον ὀδμαῖς χαρίτων σου,
δυσωδίαν μου ἀπέλασον
ἐμπαθείας, μίσους καὶ κακότητος.
Θεοτοκίον.
Ῥύπου κάθαρον, Δέσποινα,
τὴν ἐσπιλωμένην ἡμῶν διάνοιαν
καὶ πρὸς βίον καθαρότητος
ἴθυνον τοὺς σοὶ θερμῶς προσφεύγοντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὥσπερ λειτουργὸν
πνευματέμφορον τιμῶντές σε
ἀνακράζομεν· Δημήτριε, ἡμῶν
τὰς δεήσεις τῷ Θεῷ θερμῶς προσάγαγε.
Πέλων ἀρωγὸς
ἐν τῷ βίῳ σου, Δημήτριε,
τῶν στενόντων, νῦν ὑψόθεν καὶ ἡμᾶς
μὴ ἐλλείπῃς ἐποπτεύων, τοὺς ὑμνοῦντάς σε.
Ὥδευσας καλῶς
τὴν στενὴν ὁδόν, Δημήτριε·
ὅθεν ἔφθασας εἰς πλάτος οὐρανῶν,
εἰς ὃ ἕλκυσον καὶ πάντας τοὺς σοὺς πρόσφυγας.
Θεοτοκίον.
6
Τόμε τῶν βροτῶν
σωτηρίας θεοχάρακτε,
πλημμελήματα ἐξάλειψον ἡμῶν,
τῶν πιστῶς μακαριζόντων σε, Θεόνυμφε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Οὐράνωσον τῶν πιστῶν τὸ φρόνημα,
ἐπὶ γῆς ὁ ἀκλινῶς ἄρτι, πάτερ,
οὐρανοδρόμον χαράξας πορείαν,
ἱεροφάντορ παμμάκαρ, Δημήτριε,
ἵνα σὺν σοὶ ἐν οὐρανοῖς
καὶ ἡμεῖς εὐφραινώμεθα πάντοτε.
Ὑπέρλαμπρον τῆς ἀγάπης σκήνωμα,
εὐλαβείας καὶ πραότητος κέρας,
ὁ διασώσας τὴν κώμην Πλατάνου
ἐξ ὀλεθρίων δεινῶν, καθικέτευε
Χριστὸν καὶ ἅπαντας ἡμᾶς
ἐκ τῆς μήνιδος σῶσαι τοῦ δράκοντος.
Θειότατε ἱερεῦ, Δημήτριε,
ἀπλανέστατε πιστῶν ποδηγέτα
πρὸς βιοτὴν τὴν ἀγήρω, μὴ παύσῃ
ὑπὲρ ἡμῶν δυσωπῶν τὸν Παντάνακτα,
ἵνα τῆς κρείττονος χαρᾶς
ἀπολαύσωμεν πάντες πρεσβείαις σου.
Θεοτοκίον.
Ἐπόμβρισον τὰ ἐλέη, Δέσποινα,
τοῦ Υἱοῦ σου δαψιλῶς τοῖς τιμῶσι
σὲ εἰς αἰῶνας αἰώνων, Παρθένε,
ὡς ὀμβροτόκον νεφέλην χρηστότητος,
εἰρήνης ἄμφω καὶ χαρᾶς
ἀενάου πιστῶν ὁμηγύρεως.
Διάσωσον,
πνευματοφόρε Δημήτριε, σοὺς ἱκέτας
ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοὺς τιμῶντάς σε
ὡς νέον ὡράϊσμα εὐσεβείας.
7
Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως
ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς Ἀρχαγγέλων τῆς δόξης συμμέτοχος
καὶ τῶν Ἁγίων ἐν πόλῳ συνόμιλος,
σημειοφόρε Δημήτριε, πρέσβευε
Χριστῷ ἡμᾶς ἐκτενῶς βλάβης ῥύσασθαι,
σὲ τοὺς λαμπρῶς μακαρίζοντας, ὅσιε.
Προκείμενον. Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον· Κατὰ Λουκᾶν (Κεφ. στ΄ 17 – 33 ).
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ….
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου
πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου
πρεσβείαις, Ελεῆμον,
ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ
κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Μιχαὴλ Ἀρχάγγελον
ἔχων προστάτην ἐν βίῳ
καὶ ζωὴν ἰσάγελον
διανύων, ὅσιε,
θείου Πνεύματος
δαψιλῶς εἴληφας
οὐρανόθεν χάριν
8
καὶ πολίτης θεῖος γέγονας
τῆς ἄνω πόλεως,
ἱερεῦ Δημήτριε, ὄλβιε·
διόπερ σοῦ δεόμεθα·
Τὸν Παμβασιλέα ἱκέτευε
δωρηθῆναι πᾶσιν
εἰρήνην καὶ ὁμόνοιαν πιστοῖς,
τοῖς ἀνυμνοῦσιν ἀγῶνάς σου
πρὸς ἀγήρω βίωσιν.
Σῶσον, ὁ Θεὸς, τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὀφλημάτων μοι λύσιν
δίδου σαῖς ἱκεσίαις,
σεπτὲ Δημήτριε,
πρὸς τὸν Θεὸν τῆς δόξης,
Οὗ ὅσιος λευΐτης
ἐπὶ γῆς ἐχρημάτισας
καὶ Οὗ τὸ κάλλος ὁρᾷς
τὸ ἄῤῥητον ἐν πόλῳ.
Ὕμνοις στέφοντες θείοις
τὴν σεμνὴν βιοτήν σου
καὶ τοὺς καμάτους σου
πρὸς θέωσιν βοῶμεν·
Δημήτριε, μὴ παύσῃ
δυσωπῶν τὸν Παντάνακτα
ἰθύνειν πρὸς οὐρανῶν
λειμῶνας σοὺς ικέτας.
Πολυτέκνων πατέρων
ἐποφθεὶς ἄρτι κλέος
λαμπρόν, Δημήτριε,
τοὺς οἴκους πολυτέκνων
ἐπόπτευε θεόθεν
καὶ χορήγει τὰ πρόσφορα,
ὡς ἔχων πεῖραν αὐτοῖς,
ταῖς σαῖς θερμαῖς πρεσβείαις.
Θεοτοκίον.
9
Ῥαθυμίας ὁμίχλην
ἀποδίωξον πόῤῥῳ
ἡμῶν, Θεόνυμφε,
σκοτίζουσαν καρδίας
τῶν δούλων σου καὶ πᾶσι
χρυσαυγὴν ἐγρηγόρσεως,
τοῖς καταφεύγουσι σοί,
ἀνάτειλον, Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁ τῆς ἀγάπης
ἀναδειχθεὶς πρὸς τοὺς πέλας
καὶ τὸν Κτίστην, Δημήτριε, φάρος,
φθόνου καὶ κακίας
ἀπέλασόν μου ζόφον.
Στηλογραφία
τῆς ἀκακίας ὑπάρχων,
σκοτομήνην, Δημήτριε, λῦσον
τῆς μνησικακίας
ἡμῶν θερμαῖς εὐχαῖς σου.
Πυρὸς γεέννης
αἰωνιζούσης μὲ ῥῦσαι,
τὸν προσπίπτοντα σαῖς δροσοβόλοις
ἱκεσίαις, πάτερ
Δημήτριε, πρὸς Κτίστην.
Θεοτοκίον.
Ἵνα δοξάζω
ἀεὶ τὸν μονογενῆ σου,
Θεοτόκε, Υἱὸν παῦσον σάλον
ζοφερόν, Παρθένε,
παθῶν μου χαμαιζήλων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Παθῶν ἡμῶν ἀκάνθας
θέρισον δρεπάνῃ
τῶν σῶν εὐχῶν πρὸς τὸν Κτίστην, Δημήτριε,
ὁ δι’ εὐχῆς καταντήσας εἰς τὴν ἀπάθειαν.
10
Τοὺς σοὺς ἐπιστηρίζων
πρόσφυγας μὴ παύσῃ
πρὸς ἀρετῆς προκοπήν, ὁ τὴν ποίμνην σου
ἐν σαῖς ἀγκάλαις στηρίζων στεῤῥῶς, Δημήτριε.
Ὡράϊσας ἀρτίως
κώμην τοῦ Πλατάνου
καὶ τοὺς χοροὺς εὐσεβούντων, Δημήτριε,
τοὺς καταφεύγοντας πόθῳ τῇ ἀντιλήψει σου.
Θεοτοκίον.
Χαρίτωσον σοὺς δούλους,
τοὺς τιμῶντας μνήμην
τοῦ Δημητρίου τοῦ θείου, Παντάνασσα,
καὶ σὲ καρδίᾳ καὶ χείλεσι μεγαλύνοντας.
Ἄξιόν ἐστι….καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις, ἱερέων ἡ καλλονή,
χάριτος πυξίον,
στηλογράφημα ἀρετῶν,
εὐσπλαγχνίας στῦλε
καὶ προσευχῆς ἀόκνου
ὑπογραμμός, πρεσβῦτα
θεῖε, Δημήτριε.
Χαῖρε, ἐνθεώτατε λειτουργὲ
τοῦ Θεοῦ, ὁ πέλων
εὐωδία ὅλος Αὐτοῦ,
χαίροις, ὁ ἐν ὥρᾳ
τῆς θείας Λειτουργίας
ὀδμαῖς ἡδύνων πάντας
θείαις, Δημήτριε.
Σκέπε τοὺς τιμῶντας πανευλαβῶς
μνήμην σου τὴν θείαν
καὶ λειψάνων σου τὴν σορὸν
κατασπαζομένους,
Δημήτριε παμμάκαρ,
λευῗτα τοῦ Πλατάνου
πανιερώτατε.
11
Ἔχων ἐν κινδύνοις καὶ συμφοραῖς
ταχινὸν προστάτην
τὸν Ἀρχάγγελον Μιχαήλ,
ὁρατῶν μανίαν
ἐχθρῶν καὶ ἀοράτων
ἐτρόπωσας, λευῗτα
θεῖε, Δημήτριε.
Χαίροις, τῶν καμνόντων ὁ ἀρωγὸς
καὶ τῶν θλιβομένων
ἀντιλήπτωρ καὶ βοηθός,
χαίροις, τοῦ Πλατάνου
τῆς κώμης ὁ προστάτης
καὶ πλουτισμὸς πενήτων,
μάκαρ Δημήτριε.
Χαίροις, ἀγαπήσεως τοῦ Χριστοῦ
στήλη καὶ σοφίας
τῆς ἐνθέου φανὸς λαμπρός,
χαίροις, ὁ ἐν χρόνοις
ἐσχάτοις κατευφράνας
σοῖς τρόποις εὐσεβούντων
δήμους, Δημήτριε.
Χαίροις, ἱερέων ἡ καλλονή,
προσευχῆς ἀόκνου
ἐργαστήριον καὶ εἰκὼν
φιλοθέου βίου,
Δημήτριε, χαρίτων
τοῦ θείου Παρακλήτου
ἄστρον νεόφωτον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι πάντες,
μετὰ τῆς Θεοτόκου
ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον·
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
12
Ἱερέα Πλατάνου τὸν θεοείκελον,
εὐαρεστήσαντα Κτίστῃ
ἐν τοῖς ἐσχάτοις καιροῖς
πολιτείᾳ διαυγεῖ, εὐχῇ καὶ δάκρυσιν,
ὡς ἀσωμάτων μιμητήν,
ἐπαινέσωμεν πιστοὶ
Δημήτριον ἐκβοῶντες·
Εὐώδει μύρῳ εὐχῶν σου
τοὺς σὲ γεραίροντας κατεύφρανον.
Ἕτερον. Ὅμοιον.
Ἱερέα Πλατάνου Τρικάλων μέλψωμεν,
ἀγγελοφρούρητον ὄντως
ἐν δίναις βιοτικαῖς,
Μιχαὴλ ἀρχιστρατήγου ἰσοστάσιον,
ὕμνοις Δημήτριον φαιδροῖς,
Γκαγκαστάθην, οἱ πιστοί,
ὡς χάριτος ἐκμαγεῖον,
ὑπὲρ ἡμῶν δυσωποῦντα
Χριστόν, Θεὸν τὸν πολυεύσπλαγχνον.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ χάρις τοῦ Πνεύματος
σὲ ἱερέα σοφόν,
παιδείας τὸν ἄμοιρον
τῆς κοσμικῆς, θαυμαστέ,
ἀρτίως ἀνέδειξε,
φίλε τῶν Ἀρχαγγέλων·
ὅθεν σὲ ἀνυμνοῦντες
τὰς πρὸς Θεὸν λιτάς σου
πρὸς τελείωσιν πάντες
αἰτούμεθα, Πλατάνου τερπνὸν
ἄνθος, Δημήτριε.
Θεοτοκίον. Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον….
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Ῥῦσαι σοὺς ἱκέτας προσβολῆς
πάσης τοῦ δολίου Βελίαρ
13
καὶ ἀνηκέστου φθορᾶς
τοὺς ἀνευφημοῦντάς σε,
σεπτὲ Δημήτριε,
ἱερεῦ ὁσιώτατε
Ὑψίστου καὶ σκεῦος
διαυγὲς τῆς χάριτος,
ὡς πρὸς τὸν Κύριον
ἔχων παῤῥησίαν πρεσβεύειν
ἀκλινῶς ὑπὲρ τῶν τιμώντων
μνήμην σου τὴν θείαν καὶ πανσέβαστον.
Δέσποινα, πρόσδεξαι
τὰς δεήσεις τῶν δούλων σου
καὶ λύτρωσαι ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου
εἰς σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δίστιχα.

https://www.ekklisiaonline.gr/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Δημοφιλείς αναρτήσεις