Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς ποιμενάρχην τῆς Λαμψάκου ἐνθεώτατον καὶ τῶν θαυμάτων αὐτουργὸν καὶ κρήνην ἄφθονον ἀνυμνοῦμέν σε θεόληπτε Ἱεράρχα· ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, καθικέτευε λυτροῦσθαι πάσης θλίψεως τοὺς βοῶντάς σοι· χαίροις πάτερ Παρθένιε.
Ἄνθρωπος ὧν τῇ φύσει, Ἄγγελος ἐν τοῖς τρόποις, ὤφθης Παρθένιε ἱεράρχα (ἐκ γ΄.) καὶ ταῖς ἀγγελικαῖς δωρεαῖς, τῆς Ἐκκλησίας φαιδρύνεις τὸ πλήρωμα διὸ καὶ τὴν πολιτείαν σου, θαυμάζοντες ἀναβοῷμεν·
Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ὑμνεῖται·
Χαῖρε, δι’ οὗ ὁ ἐχθρὸς σοβεῖται.
Χαῖρε, τῆς Λαμψάκου ποιμὴν ἐνθεώτατος·
Χαῖρε, Ἑλλησπόντου λαμπτὴρ φαεινότατος.
Χαῖρε, ὕψος ταπεινώσεως καὶ ἀγάπης θησαυρός·
Χαῖρε, βάθος καθαρότητος καὶ θαυμάτων αὐτουργός.
Χαῖρε, ὅτι ἐπλήσθης φωτισμοῦ οὐρανίου·
Χαῖρε, ὅτι καθεῖλες τὴν ἰσχὺν τοῦ δολίου.
Χαῖρε, τοῦ Χριστοῦ θεράπων θερμότατος·
Χαῖρε, ἡμῶν προστάτης καὶ πρόμαχος.
Χαῖρε, δι’ οὗ οἱ πιστοὶ φρυκτωροῦνται·
Χαῖρε, δι’ οὗ οἱ ἐχθροὶ ἐκπορθοῦνται.
Χαίροις πάτερ Παρθένιε.
Βίον καθηγιασμένον, ἐκ νεότητος ἔχων, ἐπλήσθης οὐρανίων χαρίτων καὶ θαυμάτων πλείστων αὐτουργός, ἀνεδείχθης θεοφόρε Παρθένιε, τοῦ Πνεύματος τῇ χάριτι, καταπλήττων τοὺς ἐκβοῶντας·
Ἀλληλούια.
Γέγονεν ἡ ζωή σου, περιβόητος πᾶσι, ἰδέαις ἀρετῶν κοσμουμένη καὶ πᾶσιν ὑπόδειγμα φανείς, ἀπὸ νεότητος ἁγίαις πράξεσι, λαμπρύνεις τὰς ψυχᾶς ἡμῶν, τῶν βοῷντών σοι μετὰ πόθου·
Χαῖρε, ἠθῶν ἀμέμπτων ταμεῖον·
Χαῖρε, εἰκὼν ἰδεῶν ἁγίων.
Χαῖρε, πρακτικῆς πολιτείας ὑπόδειγμα·
Χαῖρε, ἀπαθείας ἁγίας θησαύρισμα.
Χαῖρε, ὅτι ἀπημαύρωσας τὸν ἀντίπαλον ἐχθρόν·
Χαῖρε, ὅτι ἐμεγάλυνας τὸν Παντάνακτα Χριστόν.
Χαῖρε, ὁ καθαιρέτης τῶν παθῶν τῆς κακίας·
Χαῖρε, ὁ ηὐγασμένος φέγγει τῆς ἀπαθείας.
Χαῖρε, Χριστοῦ τυπῶν τὴν πραότητα·
Χαῖρε, αὐτοῦ ζηλῶν τὴν χρηστότητα.
Χαῖρε, φθαρτῶν παριδὼν πᾶσαν σχέσιν·
Χαῖρε, Θεοῦ δεδεγμένος τὴν αἴγλην.
Χαίροις πάτερ Παρθένιε.
Δύναμιν ἐν τῷ πράττειν, οὐρανόθεν λαμβάνων, τὸ θέλημα τὸ θεῖον θεόφρον, ὐπερίσχυσας πάσης φθαρτῆς, συναφείας οὐρανίῳ φρονήματι, Παρθένιε μακάριε, καὶ Τριάδι ἀνεβόας·
Ἀλληλούια.
Ἔγνω τῆς βιοτῆς σου, τὴν ὑπέρλαμπρον χάριν, ὁ θεῖος Φιλητὸς θεοφόρε, καὶ ἱερωσύνης σε τελειοῖ, ἱερωτάτῳ ἐν Πνεύματι χρίσματι, θυσίαν τὴν ἀναίμακτον, προσάγειν ὑπὲρ τῶν βοώντων·
Χαῖρε, ὁ θετὸς ἱεροθύτης·
Χαῖρε, τοῦ Λόγου ἱερομύστης.
Χαῖρε, μυστηρίων τῶν θείων διάκονε·
Χαῖρε, τῆς Ἐκκλησίας Ἁγίας διάκοσμε.
Χαῖρε, ὁ περιλαμπόμενος ἀκακίας τῷ φωτί·
Χαῖρε, ὁ μυσταγωγούμενος δωρεᾶ τῇ Τριλαμπεῖ.
Χαῖρε, ὅτι ἐδείχθης Ἱερεὺς θεοφόρος·
Χαῖρε, ὅτι ἐφάνης λειτουργὸς θεηγόρος.
Χαῖρε, παθῶν ἐκτέμνων τὴν ἄκανθαν·
Χαῖρε, ψυχῶν καθαίρων τὴν ἄρουραν.
Χαῖρε, φωτὸς Τρισηλίου δοχεῖον·
Χαῖρε, πηγὴ ψυχικῶν καθαρσίων·
Χαίροις πάτερ Παρθένιε.
Ζηλωτῆς Ἀποστόλων, ἀνεδείχθης θεόφρον, καὶ τούτων ἐκομίσω τὴν χάριν· ἔνθεν κατέστησας ὑγιῆ, τὸν ὑπὸ ταύρου τυφλωθέντα Ὅσιε, μεγάλως θαυμαζόμενος, Παρθένιε καὶ Θεῷ ψάλλων·
Ἀλληλούια.
Ἤκουσε τῶν πολλῶν σου, χαρισμάτων τὸν πλοῦτον, γυνὴ ἡ χαλεπῶς ἀσθενοῦσα, καὶ προσελθοῦσά σοι εὐλαβῶς, τῆς τοῦ καρκίνου ὀδύνης, λελύτρωται, κηρύττουσα τὴν χάριν σου, καὶ ἐκβοῶσά σοι ἐν πίστει·
Χαῖρε, νοσούντων ἡ θεραπεία·
Χαῖρε, πασχόντων ἡ ἱατρεία.
Χαῖρε, θλιβομένων ἡ θεία παράκλησις·
Χαῖρε, τρυχομένων ταχεῖα ἀνάῤῥωσις.
Χαῖρε, ὅτι ἀπενέκρωσας τοῦ καρκίνου τὴν ἰσχύν·
Χαῖρε, ὅτι ἐθεράπευσας τὴν γυναῖκα παρευθύς.
Χαῖρε, ὁ τῷ Κυρίῳ λειτουργήσας ἀμέμπτως·
Χαῖρε, ὁ τοῦ βελίαρ καταργήσας τὸ σθένος.
Χαῖρε, σεπτῶν Ἱερέων καύχημα·
Χαῖρε, πολλῶν κλονουμένων ἔρεισμα.
Χαῖρε, φωνῇ θεϊκῆς εὐσπλαγχνίας·
Χαῖρε, κρατὴρ δαψιλοὺς συμπαθείας.
Χαίροις πάτερ Παρθένιε.
Θεῖόν σε Ἱεράρχην, καὶ Λαμψάκου ποιμένα, ὁ πρόεδρος Κυζίκου παμμάκαρ, σκεῦος εὗ εἰδώς σε ἐκλεκτόν, τῇ θεϊκῇ ἐπιπνοίᾳ ἀνέδειξεν ἔνθεν Θεῷ Παρθένιε, ἐν ταπεινώσει ἀνεβόας·
Ἀλληλούια.
Ἰσχύσας θείω σθένει, καθελεῖν καὶ νεκρώσαι, ἐχθρὸν τὸν κατὰ σοῦ ἐπελθόντα, ὡς κύνα λυσσῶντα ἐν φόρα, καὶ εὐσεβῶς τὴν σὴν ποίμνην ἐποίμανας, ἀρχιεράρχα Ὅσιε, βοῶσάν σοι ἐν εὐφροσύνη·
Χαῖρε, Λαμψάκου ὁ ποιμενάρχης·
Χαῖρε, ὁ ἔνθεος Ἱεράρχης.
Χαῖρε, τῶν θαυμάτων πηγῇ ἀνεξάντλητος·
Χαῖρε, τῶν δογμάτων τῶν θείων διδάσκαλος.
Χαῖρε, τύπος ἀκραιφνέστατος τοῦ ποιμένος τοῦ καλοῦ·
Χαῖρε, πρόβατον πραότατον τοῦ Σωτῆρος Ἰησοῦ.
Χαῖρε, ὅτι ὡς κύνα τὸν βελίαρ καθεῖλες·
Χαῖρε, ὅτι τὴν δόξαν τοῦ Κυρίου κατεῖδες.
Χαῖρε, Θεοῦ οἰκτιρμῶν ἐκμίμημα·
Χαῖρε, ζωὴς καθαρὰς ἐκτύπωμα.
Χαῖρε, δι’ οὗ ὁ βελίαρ οἰμώζει·
Χαῖρε, δι’ οὗ εὐσεβοῦντες σκιρτῶσι.
Χαίροις πάτερ Παρθένιε.
Κράτος τὸ τῶν δαιμόνων, καθελὼν Ἱεράρχα, καὶ πάσας παρ’ αὐτοῦ μαγγανείας, καὶ ἐνεργείας τὰς μαγικάς, διαλύων τῇ δοθείσῃ σοι χάριτι, ὑγίειαν τε καὶ λύτρωσιν, παρέχεις πᾶσι τοῖς βοῶσιν·
Ἀλληλούια.
Λάμψακος ἐν σοὶ χαίρει, Ἑλλησπόντου δὲ χώρα, καὶ πᾶσα Ἐκκλησία χορεύει, τοῖς ἀπείροις θαύμασι τοῖς σοῖς, δι’ ὧν πάντας εὐεργετῶν οὐκ ἐπαῦσας πᾶσι γὰρ τὰ κρείττονα, παρέχεις τοῖς πιστοὶ βοῶσι·
Χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας·
Χαῖρε, ὁ λύχνος τῆς εὐσεβείας.
Χαῖρε, Παρακλήτου τὸ ἔμπνουν κειμήλιον·
Χαῖρε, ἀσθενούντων τὸ μέγα προσφύγιον.
Χαῖρε, στήλη θείων πράξεων τῆς ἐν πνεύματι ζωής·
Χαῖρε, ὄργανον θεόπνευστον πολιτείας θαυμαστής.
Χαῖρε, ὅτι εἰδώλων ἐκρίζοις τὴν ἀπάτην·
Χαῖρε, ὅτι ἐκφαίνεις τοῦ Χριστοῦ τὴν ἀγάπην.
Χαῖρε, ζωῆς μελλούσης θησαύρισμα·
Χαῖρε, φωτὸς ἀύλου ἀμάρυγμα.
Χαῖρε, πολλῶν αὐτουργὲ θαυμασίων·
Χαῖρε, λαμπτὴρ οἰκτιρμῶν οὐρανίων.
Χαίροις πάτερ Παρθένιε.
Μέγας ἐν θαυμασίοις, γεγονώς Ἱεράρχα, ἐκάθηρας εἰδώλων τῆς πλάνης, ὅπερ ἐκ χειρῶν τῶν τοῦ Θεοῦ, ἐνεπιστεῦθης λογικόν σου ποίμνιον, καὶ εὐσεβείας δόγμασι, διέθρεψας τοὺς ἐκβοῶντας·
Ἀλληλούια.
Νόμους τῆς εὐσεβείας, καὶ τοῦ Εὐαγγελίου, τὴν χάριν θεοφόρε κηρύξας, ἐπέστρεψας λατρεύειν Χριστῷ, τοὺς πρὶν υἱοῦς ἀπωλείας ὑπάρχοντας, καὶ θαύμασιν ἐπίστωσας, τοὺς εὐλαβῶς σοι ἐκβοῶντας·
Χαῖρε, φωστὴρ τῶν ἐσκοτισμένων·
Χαῖρε, πατὴρ τῶν πεφωτισμένων.
Χαῖρε, τῶν εἰδώλων ἐλέγξας τὸ μάταιον·
Χαῖρε, τοῦ Σωτῆρος ἐκφήνας τὸ εὔσπλαγχνον·
Χαῖρε, μύστης ἐνθεώτατος διδαχῶν ζωοποιῶν·
Χαῖρε, κῆρυξ θεοφόρητος οὐρανίων οἰκτιρμῶν.
Χαῖρε, ὅτι ἰθύνεις πρὸς ὁδὸν σωτηρίας·
Χαῖρε, δι’ ἐκλύεις τὴν ἀχλὺν τῆς ἀγνοίας.
Χαῖρε, Χριστοῦ ἐκκαίων πρὸς ἐρώτα·
Χαῖρε, ἐχθροῦ συντριβῶν τὰ βέλεμνα.
Χαῖρε, παθῶν ἀφορμᾷς ἀποτέμνων·
Χαῖρε, καρπὸν ἀρετῆς ἀποφέρων.
Χαίροις πάτερ Παρθένιε.
Ξένα θαύματα Πάτερ, χορηγία τῇ θείᾳ, εἰς πολλῶν ἐνεργῶν σωτηρίαν, δαιμόνων ἔλυσας τὴν ἰσχύν, καὶ χαλεπᾶ νοσήματα ιἀτρεύσας, ἰώμενος τῷ λόγῳ σου, Παρθένιε τοὺς ἐκβοῶντας·
Ἀλληλούια.
Ὅλος λελαμπρυσμένος, βασιλεῖ τῷ ἁγίῳ, ἐπέστης Κωνσταντίνῳ τῷ πάνυ ὡς αἰδεσθείς σου τὴν ἀρετήν, δαψιλῇ σοι χορηγίαν παρέσχετο, δι’ ἦς Χριστὸν ἐδόξασας, τοὺς πάντας συγκινῶν βόᾳν σοι·
Χαῖρε, ὁ μέγας ἐν θαυμασίοις·
Χαῖρε, ὁ ἔνδοξος ἐν Ἁγίοις.
Χαῖρε, ὁ εὐφράνας τὸν ἅγιον Ἄνακτα·
Χαῖρε, ὁ αἰσχύνας τοῦ σκότους τὸν ἄρχοντα.
Χαῖρε, φίλος γνησιώτατος τοῦ Παντάνακτος Χριστοῦ·
Χαῖρε, βέλος εὐστοχώτατον ἐναντίον τοῦ ἐχθροῦ.
Χαῖρε, ὅνπερ ἠδέσθη Κωνσταντῖνος ὁ Μέγας·
Χαῖρε, ὅτι ἐδέξω θεοδώρητον γέρας.
Χαῖρε, φωτὶ ἐκλάμπων τῆς χάριτος·
Χαῖρε, ἐχθροῦ ὀλέτης ἀλάστορος.
Χαῖρε, πολλοὺς τῷ Χριστῷ προσενέγκας·
Χαῖρε, ἐχθρῶν τὴν μανίαν ἐκτρέψας.
Χαίροις πάτερ Παρθένιε.
Πλάνης ἀποκαθάρας, τὴν σὴν ποίμνην ποικίλης, Ναὸν περικαλλῆ τῷ Σωτῆρι ἐδομήσω Πάτερ ἱερέ, ὡς ναῶς τοῦ θείου Πνεύματος ἔμψυχος καὶ ἤδη εἰς οὐράνιον, ναῶν χορεύων Θεῷ ψάλλεις·
Ἀλληλούια.
Ῥήμασι τῶν εὐχῶν σου, ὡς ἐξ ὕπνου ἠγέρθη, ὁ Ευτυχιανὸς παραδόξως, καὶ ἠσχύνθη ὁ βάσκανος ἐχθρός, τῇ σῇ πλούσιᾳ χάριτι Ὅσιε ἡμεῖς δὲ σοὶ προστρέχοντες, βοῷμέν σοι θέρμῃ τῇ πίστει·
Χαῖρε, τὸ σκεῦος τοῦ Παρακλήτου·
Χαῖρε, ὁ μύστης ζωῆς ἀλήκτου.
Χαῖρε, ὁ ζωώσας εὐχὴ τὸν τεθνήξαντα·
Χαῖρε, ὁ νεκρώσας ἐχθρὸν τὸν φθονήσαντα.
Χαῖρε, ὅτι ἐθεράπευσας πλείστους πάσχοντας δεινῶς·
Χαῖρε, ὅτι πολὺς πέφηνας ἐν σημείοις ἀληθῶς.
Χαῖρε, ὁ καταλύτης ἀκαθάρτων πνευμάτων·
Χαῖρε, ὁ ὑποφήτης θεϊκῶν διδαγμάτων.
Χαῖρε, δι’ οὗ ἐλαύνονται δαίμονες·
Χαῖρε, δι’ οὗ ἰῶνται παντλήμονες.
Χαῖρε, Χριστοῦ ἀληθὴς ὑπηρέτης·
Χαῖρε, ἐχθροῦ ἰσχυρὸς καταπέλτης.
Χαίροις Πάτερ Παρθένιε.
Σύντρομον ὤφθη Πάτερ, τὸ ἀκάθαρτον πνεῦμα, τὸ χρονίως οἰκοῦν τῷ ἀνθρώπῳ, ἡνίκα ὑπέδειξας αὐτῷ, ἐν σοὶ οἴκησαι καὶ θρηνοῦν ᾤχετο, ἔνθους δὲ ὁ θεραπευθείς, τῷ σὲ δοξάσαντι ἐβόᾳ·
Ἀλληλούια.
Τὴν λανθάνουσαν νόσον, τῆς καρδίας ὡς ἔγνως, τοῦ Ἠρακλείας Πάτερ ποιμένος, ἐλεήμονα τοῦτον εὐθύς, τῷ σῷ λόγῳ Παρθένιε ἀπέδειξας διὸ σου τὴν λαμπρότητα, ἀγάμενοι πάντες ἐβόων·
Χαῖρε, ὁ γνώστης τῶν ἀποκρύφων·
Χαῖρε, ὁ μύστης τῶν ἀποῤῥήτων.
Χαῖρε, θεϊκῆς εὐσπλαγχνίας διδάσκαλος·
Χαῖρε, ποταμὸς τοῦ ἐλέους κατάρυτος.
Χαῖρε, οἶκτον ὁ μιμούμενος τοῦ οἰκτίρμονος Θεοῦ·
Χαῖρε, οἶκος τῆς πραότητος καὶ φωτὸς τοῦ νοητοῦ.
Χαῖρε, ὅτι τὸν ποιμένα Ἡρακλείας ἰάσω·
Χαῖρε, ὅτι τῆς πλάνης τὴν σὴν ποίμνην εἰῥῥῦσω.
Χαῖρε, Χριστοῦ εἰκὼν ἀγαθότητος·
Χαῖρε, ῥοὴ πολλῆς ἱλαρότητος.
Χαῖρε, πτωχῶν καὶ ἀπόρων προστάτα·
Χαῖρε, φωτὸς οὐρανίου ἐπόπτα.
Χαίροις πάτερ Παρθένιε.
Ὕμνησε τὸν Σωτῆρα, ὁ παράλυτος πρώην, τυχὼν τῆς παρά σου θεραπείας, καὶ ὀρθωθεὶς τῇ σῇ προσευχῇ, τὸ σὸν μέγιστον θαῦμα ἀνεκήρυττε, Παρθένιε πανόλβιε, τῷ σὲ δοξάσαντι κραυγάζων·
Ἀλληλούια.
Φρίττει σμῆνος δαιμόνων, τὴν σὴν χάριν θεόφρον, καὶ δέδωκεν ὄμβρον γῆ διψώση, ὁ οὐρανὸς ταῖς σαῖς προσευχαῖς, καὶ πολύχνουν καρπὸν ὁ ἀγρὸς ἤνεγκεν, ὁ δὲ πιστὸς Διάκονος, ἐν ἐκπλήξει σοὶ ἀνεβόα·
Χαῖρε, καρπῶν ψυχοτρόφων πλήρης·
Χαῖρε, παθῶν ἀνιάτων ῥύστης.
Χαῖρε, Ἠλίου τὸν Θεσβίτην μιμούμενος·
Χαῖρε, τοῦ Χριστοῦ τὴν ἀγάπην μυούμενος.
Χαῖρε, ὅτι κατάγεις γῆ διψώσῃ τὸν ὄμβρον·
Χαῖρε ὅτι εἰσάγεις σωτηρίας πρὸς ὅρμον.
Χαῖρε, μελῶν παρειμένων σύσφιγξις·
Χαῖρε, πολλῶν ἀσθενούντων ἴασις.
Χαῖρε, δι’ οὗ ὁ παράλυτος χαίρει·
Χαῖρε, πρὸς ὃν πᾶς πιστὸς ἀεὶ λέγει.
Χαίροις πάτερ Παρθένιε.
Χάριτι προφητείας, λαμπρυνόμενος Πάτερ, προεῖπας τὰ μέλλοντα συμβαίνειν καὶ Ἡρακλείας ὤφθης ποιμήν, Ὑπατιανὸς ὡς σκεῦος τοῦ Πνεύματος, ὡς τοῦτο προηγόρευσας, καὶ μετὰ σοῦ Θεῶ ἐβόᾳ·
Ἀλληλούια.
Ψάλλοντες Ἱεράρχα, ἐξοδίους σοὶ ὕμνους, παρέδωκαν ταφῇ τὸ σὸν σκῆνος, οἱ συνελθόντες πίστει πολλῇ, τῇ σῇ πρὸς Θεὸν ἐκδημίᾳ Ὅσιε, ἡμεῖς δὲ εὐφημοῦντές σε, βοῷμέν σοι ἐν εὐλαβείᾳ·
Χαῖρε, Ἀγγέλων ὁ συμπολίτης·
Χαῖρε, ὁ Ὅσιος στεφανίτης.
Χαῖρε, Ἐκκλησίας θεμέλιος ἄῤῥηκτος·
Χαῖρε, φωταυγείας ἀύλου ἀνάπλεως.
Χαῖρε, κῆπος εὐωδέστατος χαρισμάτων μυστικῶν·
Χαῖρε, τεῖχος ἀῤῥαγέστατον εὐσεβῶν Χριστιανῶν.
Χαῖρε, τῶν σὲ ὑμνούντων συμπαθὴς ἀντιλήπτωρ·
Χαῖρε, τῶν Ὀρθοδόξων ἀρωγὸς καὶ συλλήπτωρ.
Χαῖρε, δι’ οὗ παθῶν καθαρθήσομαι·
Χαῖρε, δι’ οὗ κηλίδων ῥυσθήσομαι.
Χαῖρε, ψυχῶν εὐσεβῶν θυμηδία·
Χαῖρε, κἀμοῦ ἀληθῆς προστασία.
Χαίροις πάτερ Παρθένιε.
Ὦ Παρθένιε πάτερ, ἱεράρχα Κυρίου, θαυμάτων παραδόξων πλημμύρα, (ἐκ γ΄.) τὰς φωνὰς ἡμῶν δέχου ἀεί, καὶ δίδου τοῖς πᾶσι πταισμάτων ἄφεσιν, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, ὡς ἂν ὁμοφώνως βοῶμεν·
Ἀλληλούια.
Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς τῆς Λαμψάκου ποιμενάρχην ἐνθεώτατον, καὶ τῶν θαυμάτων αὐτουργὸν καὶ κρήνην ἄφθονον, ἀνυμνοῦμέν σε θεόληπτε Ἱεράρχα· ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, καθικέτευε λυτροῦσθαι πάσης θλίψεως, τοὺς βοῶντάς σοι, χαίροις πάτερ Παρθένιε.
https://www.proseyxi.com/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου