Επιλύχνιος Ευχαριστία (Φως ιλαρόν)

Φως ιλαρόν αγίας δόξης Αθανάτου Πατρός, ουρανίου, αγίου, μάκαρος, Ιησού Χριστέ, Ελθόντες επί την ηλίου δύσιν, ιδόντες φως εσπερινόν, υμνούμεν Πατέρα, Υιόν και Άγιον Πνεύμα, Θεόν. Άξιόν Σε εν πάσι καιροίς υμνείσθαι φωναίς αισίαις Υιέ Θεού, ζωήν ο διδούς• διό ο κόσμος Σε δοξάζει».

Μενού

...«Αδιαλείπτως προσεύχεσθε, εν παντί ευχαριστείτε· τούτο γαρ θέλημα Θεού εν Χριστώ Ιησού εις υμάς», Απ. Παύλος, Α' Θεσ. 5-17
*Συνεχώς καινούρια θέματα ... κοινοποιήστε τα θέματα που σας αρέσουν*

Σάββατο 9 Απριλίου 2022

Ο Ακάθιστος Ύμνος


Ο Ακάθιστος Ύμνος επικράτησε να λέγεται ένας ύμνος «Κοντάκιο» της Ορθόδοξης Εκκλησίας, προς τιμήν της Υπεραγίας Θεοτόκου, από την όρθια στάση, που τηρούσαν οι πιστοί κατά τη διάρκεια της ψαλμωδίας του. Οι πιστοί έψαλλαν τον Ακάθιστο Ύμνο όρθιοι, υπό τις συνθήκες που θεωρείται ότι εψάλη για πρώτη φορά, ενώ το εκκλησίασμα παρακολουθούσε όρθιο κατά την ακολουθία της γιορτής του Ευαγγελισμού, με την οποία συνδέθηκε ο ύμνος.

Ο Ακάθιστος Ύμνος Ψάλλεται 16 ημέρες πριν από το Άγιον Πάσχα, δηλαδή την Παρασκευή της Ε´ εβδομάδας των Νηστειών.

Ο Ακάθιστος Ύμνος
Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα σοι Χριστέ, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Ὁ Ἀναγνώστης· Ἀμήν.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρίς)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης· Ἀμήν. Κύριε, ἐλέησον (ιβ´).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μετανοίας (τρίς)

καὶ εὐθὺς τοὺς Ψαλμούς.
Ψαλμὸς ν´ (50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ψαλμὸς ξθ´ (69)
Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου· ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μου κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι εὖγε, εὖγε! Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός, καὶ λεγέτωσαν διαπαντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεός, βοήθησόν μοι· βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε· μὴ χρονίσῃς.
Ψαλμὸς ρμβ´ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Δοξολογία
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε, ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός· Ἀμήν. Καθ᾿ ἑκάστην ἑσπέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.

Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας· Ἀμήν.

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὸ Σύμβολον τῆς Πίστεως
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα, καὶ ταφέντα.

Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Θεοτοκίον
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Εἶτα ἄρχονται οἱ Χοροὶ ψάλλοντες τὸν Κανόνα τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς·
Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν μόνῃ. Ἰωσήφ.
Ποίημα Ἰωσὴφ τοῦ Ὑμνογράφου.
ᾨδὴ α´. Ἦχος δ´. Ὁ Εἱρμός.

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. (δὶς)

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι, ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι· Χαῖρε χαρᾶς δοχεῖον, δι᾿ ἧς τῆς Προμήτορος, ἀρὰ λυθήσεται.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ ᾍδου ἡ νέκρωσις· χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως· χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ῥόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα· τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα· τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως· χαῖρε Ἀπειρόγαμε, κόσμου διάσωσμα.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἁγνείας θησαύρισμα, χαῖρε, δι᾿ ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν· χαῖρε ἡδύπνοον, κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον· θυμίαμα εὔοσμον, μύρον πολύτιμον.
ᾨδὴ γ´. Ὁ Εἱρμός.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. (δὶς)

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα· χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴ ἀκένωτος Δέσποινα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς· χαῖρε Ἀμνὰς κυήσασα, Θεοῦ Ἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα· χαῖρε θερμὸν ἱλαστήριον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ὄρθρος φαεινὸς χαῖρε, ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον· χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χαῖρε Πύλη μόνη, ἣν ὁ Λόγος, διώδευσε μόνος, ἡ μοχλούς, καὶ πύλας ᾍδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα· χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων Πανύμνητε.
ᾨδὴ δ´. Ὁ Εἱρμός.
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐν φωναῖς ἆσμάτων πίστει, σοὶ βοῶμεν Πανύμνητε· Χαῖρε πῖον ὄρος, καὶ τετυρωμένον ἐν Πνεύματι· χαῖρε λυχνία καὶ στάμνε, Μάννα φέρουσα, τὸ γλυκαῖνον, τὰ τῶν εὐσεβῶν αἰσθητήρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱλαστήριον τοῦ κόσμου, χαῖρε ἄχραντε Δέσποινα· χαῖρε κλῖμαξ γῆθεν, πάντας ἀνυψώσασα χάριτι· χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα, ἐκ θανάτου, πάντας, πρὸς ζωὴν τοὺς ὑμνοῦντάς σε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οὐρανῶν ὑψηλοτέρα, χαῖρε γῆς τὸ θεμέλιον, ἐν τῇ σῇ νηδύϊ, Ἄχραντε ἀκόπως βαστάσασα, χαῖρε κογχύλη, πορφύραν θείαν βάψασα, ἐξ αἱμάτων σου, τῷ Βασιλεῖ τῶν Δυνάμεων.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Νομοθέτην ἡ τεκοῦσα, ἀληθῶς χαῖρε Δέσποινα, τὸν τὰς ἀνομίας, πάντων δωρεὰν ἐξαλείφοντα· ἀκατανόητον βάθος, ὕψος ἄῤῥητον, Ἀπειρόγαμε, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σὲ τὴν πλέξασαν τῷ κόσμῳ, ἀχειρόπλοκον στέφανον, ἀνυμνολογοῦμεν, Χαῖρέ σοι Παρθένε κραυγάζοντες, τὸ φυλακτήριον πάντων καὶ χαράκωμα, καὶ κραταίωμα, καὶ ἱερὸν καταφύγιον.
ᾨδὴ ε´. Ὁ Εἱρμός.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου·σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὁδὸν ἡ κυήσασα, ζωῆς, χαῖρε Πανάμωμε, ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας, σώσασα κόσμον· χαῖρε Θεόνυμφε, ἄκουσμα καὶ λάλημα φρικτόν· χαῖρε ἐνδιαίτημα, τοῦ Δεσπότου τῆς κτίσεως.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἰσχὺς καὶ ὀχύρωμα, ἀνθρώπων, χαῖρε Ἄχραντε, τόπε ἁγιάσματος τῆς δόξης· νέκρωσις ᾍδου, νυμφὼν ὁλόφωτε· χαῖρε τῶν Ἀγγέλων χαρμονή· χαῖρε ἡ βοήθεια, τῶν πιστῶς δεομένων σου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πυρίμορφον ὄχημα, τοῦ Λόγου, χαῖρε Δέσποινα, ἔμψυχε Παράδεισε, τὸ ξύλον, ἐν μέσῳ ἔχων ζωῆς τὸν Κύριον· οὗ ὁ γλυκασμὸς ζωοποιεῖ, πίστει τοὺς μετέχοντας, καὶ φθορᾷ ὑποκύψαντας.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ῥωννύμενοι σθένει σου, πιστῶς ἀναβοῶμέν σοι· Χαῖρε πόλις τοῦ Παμβασιλέως, δεδοξασμένα καὶ ἀξιάκουστα, περὶ ἧς λελάληνται σαφῶς· ὄρος ἀλατόμητον, χαῖρε βάθος ἀμέτρητον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐρύχωρον σκήνωμα, τοῦ Λόγου, χαῖρε Ἄχραντε· κόχλος ἡ τὸν θεῖον μαργαρίτην, προαγαγοῦσα, χαῖρε πανθαύμαστε· πάντων πρὸς Θεὸν καταλλαγή, τῶν μακαριζόντων σε, Θεοτόκε ἑκάστοτε.
ᾨδὴ στ´. Ὁ Εἱρμός.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. (δὶς)

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχημα· χαῖρε τῶν Ἀποστόλων τὸ ἐγκαλλώπισμα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐκ σοῦ ἡ δρόσος ἀπέσταξε, φλογμὸν πολυθεΐας ἡ λύσασα· ὅθεν βοῶμέν σοι· Χαῖρε ὁ πόκος ὁ ἔνδροσος, ὃν Γεδεὼν Παρθένε προεθεάσατο.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἰδού σοι, Χαῖρε, κραυγάζομεν, λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι, καὶ ὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων τοῦ πολεμήτορος.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χαρᾶς αἰτία χαρίτωσον, ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι· Χαῖρε ἡ ἄφλεκτος βάτος, νεφέλη ὁλόφωτε, ἡ τοὺς πιστοὺς ἀπαύστως ἐπισκιάζουσα.
ᾨδὴ ζ´. Ὁ Εἱρμός.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον·Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀνυμνοῦμέν σε, βοῶντες· Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ· ἄμπελος ἀληθινή, τὸν βότρυν τὸν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζοντα, τὸν τὰς ψυχὰς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα, χαῖρε Θεόνυμφε· ἡ ῥάβδος ἡ μυστική, ἄνθος τὸ ἀμάραντον, ἡ ἐξανθήσασα· χαῖρε Δέσποινα, δι᾿ ἧς χαρᾶς πληρούμεθα, καὶ ζωὴν κληρονομοῦμεν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥητορεύουσα, οὐ σθένει γλῶσσα Δέσποινα, ὑμνολογῆσαί σε· ὑπὲρ γὰρ τὰ Σεραφίμ, ὑψώθης κυήσασα, τὸν Βασιλέα Χριστόν· ὃν ἱκέτευε, πάσης νῦν βλάβης ῥύσασθαι, τοὺς πιστῶς σε προσκυνοῦντας.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶ ἀνακράζει σοι· Χαῖρε ὁ τόμος ἐν ᾧ, δακτύλῳ ἐγγέγραπται, Πατρὸς ὁ Λόγος Ἁγνή· ὃν ἱκέτευε, βίβλῳ ζωῆς τοὺς δούλους σου, καταγράψαι Θεοτόκε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἱκετεύομεν, οἱ δοῦλοί σου καὶ κλίνομεν, γόνυ καρδίας ἡμῶν· Κλῖνον τὸ οὖς σου, Ἁγνή, καὶ σῶσον τοὺς θλίψεσι, βυθιζομένους ἡμᾶς, καὶ συντήρησον, πάσης ἐχθρῶν ἁλώσεως, τὴν σὴν Πόλιν Θεοτόκε.
ᾨδὴ η´. Ὁ Εἱρμός.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος·νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νηδύϊ τὸν Λόγον ὑπεδέξω, τὸν πάντα βαστάζοντα ἐβάστασας· γάλακτι ἐξέθρεψας, νεύματι τὸν τρέφοντα, τὴν οἰκουμένην ἅπασαν, Ἁγνή, ᾧ ψάλλομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μωσῆς κατενόησεν ἐν βάτῳ, τὸ μέγα Μυστήριον τοῦ τόκου σου· Παῖδες προεικόνισαν, τοῦτο ἐμφανέστατα, μέσον πυρὸς ἱστάμενοι, καὶ μὴ φλεγόμενοι, ἀκήρατε ἁγία Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες, στολὴν ἀφθαρσίας ἐνεδύθημεν, τῇ κυοφορίᾳ σου· καὶ οἱ καθεζόμενοι, ἐν σκότει παραπτώσεων, φῶς κατωπτεύσαμεν, φωτὸς κατοικητήριον Κόρη· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται· ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας· εὔλαλοι οἱ ἄλαλοι, πρῴην χρηματίζοντες, λεπροί, ἀποκαθαίρονται, νόσοι διώκονται, πνευμάτων ἀερίων τὰ πλήθη, ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἡ κόσμῳ τεκοῦσα σωτηρίαν, δι᾿ ἧς ἀπὸ γῆς εἰς ὕψος ἤρθημεν, χαίροις Παντευλόγητε, σκέπη καὶ κραταίωμα, τεῖχος καὶ ὀχύρωμα τῶν μελῳδούντων Ἁγνή· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ´. Ὁ Εἱρμός.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή ἀειπάρθενε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἵνα σοι πιστοί, τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαρᾶς, μέτοχοι γενόμενοι, τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ, βαρβαρικῆς ἁλώσεως, καὶ πάσης ἄλλης πληγῆς, διὰ πλῆθος, Κόρη παραπτώσεων, ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὤφθης φωτισμός, ἡμῶν καὶ βεβαίωσις· ὅθεν βοῶμέν σοι· Χαῖρε ἄστρον ἄδυτον, εἰσάγον κόσμῳ τὸν μέγαν Ἥλιον· χαῖρε Ἐδὲμ ἀνοίξασα, τὴν κεκλεισμένην Ἁγνή· χαῖρε στῦλε, πύρινε εἰσάγουσα, εἰς τὴν ἄνω ζωήν, τὸ ἀνθρώπινον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν· Χαῖρε κόσμου Δέσποινα· χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν· χαῖρε ἡ μόνη ἄμωμος, ἐν γυναιξὶ καὶ καλή· χαῖρε σκεῦος, μύρον τὸ ἀκένωτον, ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἡ περιστερά, ἡ τὸν ἐλεήμονα ἀποκυήσασα, χαῖρε Ἀειπάρθενε· Ὁσίων πάντων χαῖρε τὸ καύχημα, τῶν Ἀθλητῶν στεφάνωμα· χαῖρε ἁπάντων τε, τῶν Δικαίων, θεῖον ἐγκαλλώπισμα, καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Φεῖσαι ὁ Θεός, τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν, πάσας παραβλέπων νῦν, εἰς τοῦτο ἔχων ἐκδυσωποῦσάν σε, τὴν ἐπὶ γῆς ἀσπόρως σε κυοφορήσασαν, διὰ μέγα, ἔλεος θελήσαντα, μορφωθῆναι Χριστὲ τὸ ἀλλότριον.
Εἶτα τὸ Κοντάκιον δίχορον ἀργῶς.
Ἦχος πλ. δ´. Αὐτόμελον.

Τῇ Ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, Ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.
Στάση Α΄
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τή Θεοτόκω τῷ Χαῖρε. (τρίς) καί σύν τή ἀσωμάτω φωνή, σωματούμενον σέ θεωρῶν Κύριε, ἐξίστατο καί ἵστατο, κραυγάζων πρός αὐτήν τοιαῦτα.

Χαῖρε, δί’ ἤς ἡ χαρά ἐκλάμψει. Χαῖρε δί’ ἤς ἡ ἄρα ἐκλέιψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις, χαῖρε, τῶν δακρύων τῆς Εὕας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς. Χαῖρε, βάθος δυσθεώρητον καί ἀγγέλοις ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα, χαῖρε ὅτι βαστάζεις τόν βαστάζοντα πάντα.
Χαῖρε, ἀστήρ ἐμφαίνων τόν Ἥλιον. Χαῖρε, γαστήρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δί’ ἤς νεουργεῖται ἡ κτίσις. Χαῖρε, δί’ ἤς βρεφουργεῖται ὁ Κτίστης.

Χαῖρε Νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ Ἁγία, ἑαυτήν ἐν ἁγνεία, φησί τῷ Γαβριήλ θαρσαλέως. Τό παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τή ψυχή φαίνεται. Ἀσπόρου γάρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων.
Ἀλληλούϊα
Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρός τόν λειτουργοῦντα. Ἐκ λαγόνων ἁγνῶν Υἱόν, πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοί. Πρός ἤν ἐκεῖνος ἔφησεν ἐν φόβω, πλήν κραυγάζων οὕτω.

Χαῖρε, βουλῆς ἀπορρήτου μύστις. Χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τό προοίμιον. Χαῖρε, τῶν δογμάτων αὐτοῦ τό κεφάλαιο.
Χαῖρε, κλίμαξ ἐπουράνιε, δί’ ἤς κατέβη ὁ Θεός. Χαῖρε, γέφυρα μετάγουσα τούς ἐκ γής πρός οὐρανόν.
Χαῖρε, τό τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα. Χαῖρε, τό τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τό Φῶς ἀρρήτως γεννήσας. Χαῖρε, τό πῶς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν. Χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρός σύλληψιν τή Ἀπειρογάμω. Καί τήν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρόν ὑπέδειξεν ἠδύν ἄπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως.
Ἀλληλούϊα
Ἔχουσα θεοδόχον, ἡ Παρθένος τήν μήτραν, ἀνέδραμε πρός τήν Ἐλισάβετ. Τό δέ βρέφος ἐκείνης εὐθύς, ἐπιγνόν τόν ταύτης ἀσπασμόν, ἔχαιρε. Καί ἄλμασιν ὡς ἄσμασιν, ἐβόα πρός τήν Θεοτόκον.

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα. Χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.
Χαῖρε, γεωργόν γεωργοῦσα φιλάνθρωπον. Χαῖρε, φυτουργόν τῆς ζωῆς ἠμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν, χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμώνα τῆς τρυφῆς ἀναθάλλεις. Χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα. Χαῖρε, παντός του κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρός θνητοῦ εὐδοκία. Χαῖρε, θνητῶν πρός Θεόν παρρησία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσήφ ἐταράχθη, πρός τήν ἄγαμον σέ θεωρῶν, καί κλεψίγαμον ὑπονοῶν ΄Ἄμεμπτε. Μαθῶν δέ σού τήν σύλληψιν ἐκ Πνεύματος Ἁγίου, ἔφη.
Ἀλληλούϊα
Στάση Β΄
Ἤκουσαν oἱ ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν·καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν γαστρὶ τῆς Μαρίας βοσκηθέντα, ἥν ὑμνοῦντες εἶπον·

Χαῖρε, ἀμνοῦ καὶ Ποιμένος Μῆτερ• χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον• χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ• χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα• χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα• χαῖρε, λαμπρὸν τῆς Χάριτος γνώρισμα.
Χαῖρε, δι’ ἧς ἐγυμνώθη ὁ Ἅδης• χαῖρε, δι’ ἧς ἐνεδύθημεν δόξαν.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ• καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι’ αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα, καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν αὐτῷ βοῶντες•
Ἀλληλούια.
Ἴδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς Παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους• καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου μορφὴν ἔλαβεν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ Εὐλογημένῃ•

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ• χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα• χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς• χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας• χαῖρε, ἢ τοῦ βορβόρου ρυομένη τῶν ἔργων.
Χαῖρε, πυρὸς προσκύνησιν παύσασα• χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης• χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα• ἐκτελέσαντές σου τὸν χρησμόν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν•
Ἀλληλούια.
Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας, τοῦ ψεύδους τὸ σκότος• τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν• οἱ τούτων δὲ ρυσθέντες, ἐβόων πρὸς τὴν Θεοτόκον·

Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων• χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τὴν ἀπάτης τὴν πλάνην πατήσασα• χαῖρε, τῶν εἰδώλων τὴν δόξαν ἐλεγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν• χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωὴν.
Χαῖρε, πύρινε στῦλε ὁδηγῶν τοὺς ἐν σκότει• χαῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης.
Χαῖρε, τροφὴ τοῦ μάνα διάδοχε• χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας• χαῖρε, ἐξ ἧς ρέει μέλι καὶ γάλα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ• ἀλλ’ ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος• διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν, κράζων•
Ἀλληλούια.
Στάση Γ΄
Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ὑμῖν τοῖς ὑπ’ αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον· ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες·

Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί· χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ’ οὗ σκέπτοναι πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις· χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις· χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας· χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς Αὐτῷ βοῶντας·
Ἀλληλούϊα.
Ὅλος ἦν ἐν τοῖς κάτω, καί τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε· καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα·

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπί τῶν Χερουβείμ· χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπί τῶν Σεραφείμ.
Χαῖρε, ἡ ταναντία εἰς ταυτὸ ἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνύσα.
Χαῖρε, δι’ ἧς ἐλύθη παράβασις· χαῖρε, δι’ ἧς ἠνοίχθη Παράδεισος.
Χαῖρε, ἡ κλείς τῆς Χριστοῦ βασιλείας· χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον· ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως·
Ἀλληλούϊα.
Ρήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πὼς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφρους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοῖ συζητηταὶ· χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε, τῶν ἀλιέων τὰς σαγῆνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκάς τῶν θελόντων σωθῆναι· χαῖρε, λιμήν τῶν τοῦ βίου πλωτήρων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι’ ἡμᾶς ἐφάνη καθ’ ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει·
Ἀλληλούϊα.
Στάση Δ΄
Τεῖχος εἰ τῶν παρθένων, Θεοτόκε Παρθένε, καί πάντων τῶν εἰς σέ προστρεχόντων·ὁ γάρ τοῦ οὐρανοῦ καί τῆς γής κατεσκεύασε σέ ποιητής, Ἄχραντε, οἰκήσας ἐν τή μήτρα σου καί πάντας σοί προσφωνεῖν διδάξας·

Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε, ἡ πύλη τῆς σωτήριας.
Χαῖρε, ἀρχηγέ νοητῆς ἀναπλάσεως· χαῖρε, χορηγέ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, σύ γάρ ἀνεγέννησας τούς συλληφθέντας αἰσχρῶς· χαῖρε, σύ γάρ ἐνουθέτησας τούς συληθέντας τόν νοῦν.
Χαῖρε, ἡ τόν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε, ἡ τόν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστάς ἀσπόρου νυμφεύσεως· χαῖρε, πιστούς Κυρίω ἁρμόζουσα.
Χαῖρε, καλή κουροτρόφε παρθένων· χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὕμνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γάρ τή ψάμμω ὠδᾶς ἄν προσφέρωμεν σοί, Βασιλεῦ ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἠμίν τοῖς σοί βοῶσιν·

Ἀλληλούια.

Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανείσαν, ὀρῶμεν τήν ἁγίαν Παρθένον· τό γάρ ἄυλον ἀπτουσα φῶς, ὁδηγεῖ πρός γνῶσιν θεϊκήν ἅπαντας, αὐγή τόν νοῦν φωτίζουσα, κραυγή δέ τιμωμένη ταῦτα·

Χαῖρε, ἀκτίς νοητοῦ ἡλίου· χαῖρε, βολίς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπή τάς ψυχᾶς καταλάμπουσα· χαῖρε, ὡς βροντή τούς ἐχθρούς καταπλήττουσα.
Χαῖρε, ὅτι τόν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε, ὅτι τόν πολυρρυτον ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τόν τύπον· χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τόν ρύπον.
Χαῖρε, λουτήρ ἔκπλυνων συνείδησιν· χαῖρε, κρατήρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμή τῆς Χριστοῦ εὐωδίας· χαῖρε, ζωή μυστικῆς εὐωχίας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δί’ἑαυτοῦ πρός τούς ἀποδήμους της αὐτοῦ Χάριτος· καί σχίσας τό χειρόγραφον, ἀκούει παρά πάντων οὕτως·
Ἀλληλούια.
Ψάλλοντές σου τόν τόκον, ἀνυμνοῦμεν σέ πάντες ὡς ἔμψυχον ναόν, Θεοτόκε· ἐν τή σή γάρ οἴκησας γαστρι ὁ συνέχων πάντα τή χειρί Κύριος, ἠγίασεν, ἐδόξασεν, ἐδίδαξε βοάν σοί πάντας·

Χαῖρε, σκηνή τοῦ Θεοῦ καί Λόγου· χαῖρε, Ἁγία ἁγίων μείζων.
Χαῖρε, κιβωτέ χρυσωθεῖσα τῷ Πνεύματι· χαῖρε, θησαυρέ τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα βασιλέων εὐσεβῶν· χαῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε, τῆς Βασιλείας τό ἀπόρθητον τεῖχος.
Χαῖρε, δί’ ἤς ἐγείρονται τρόπαια· χαῖρε, δί’ ἤς ἐχθροί καταπίπτουσι.
Χαῖρε, χρωτός τοῦ ἐμοῦ θεραπεία· χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὤ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τόν πάντων ἁγίων ἁγιώτατον Λόγον (τρίς)· δεξαμένη γάρ τήν νῦν προσφοράν, ἀπό πάσης ρύσαι συμφορᾶς ἅπαντας, καί τῆς μελλούσης λύτρωσαι κολάσεως τούς σοί βοώντας·
Ἀλληλούια.
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῆ Θεοτόκω το, Χαῖρε· (τρεῖς φορές) καί σύν τῆ ἀσωμάτω φωνῆ, σωματούμενόν σε θεωρῶν, Κύριε, ἐξίστατο καί ἵστατο, κραυγάζων πρός αὐτήν τοιαῦτα.
Χαῖρε, δἰ ἦς ἡ χαρά ἐκλάμψει· χαῖρε, δἰ ἦς ἡ ἀρά ἐκλείψει.
Χαίρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον, καί Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι υπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τόν βαστάζοντα πάντα.
Χαῖρε, ἀστήρ ἐμφαίνων τόν Ἥλιον· χαῖρε, γαστήρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δἰ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δἰ ἧς βραφουργεῖται ὁ Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.
Εἶτα οἱ Χοροὶ ἐναλλάξ, τό·
Ἦχος πλ. δ´. Αὐτόμελον. (σύντομον)

Τῇ Ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, Ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ὁ Ἱερεύς·Ὅτι σου ἐστίν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα, τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Ἀναγνώστης· Ἀμήν. Καὶ ἀναγινώσκει τὸ Κοντάκιον τῆς ἡμέρας.

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας, Πολύαθλε, καὶ στέφει οὐρανίῳ, ἐστέφθης αἰωνίως, ὡς ἀήττητος.
Κύριε, ἐλέησον (μ´) καὶ τὴν Εὐχὴν ταύτην·
Ὁ ἐν παντὶ καιρῷ, καὶ πάσῃ ὥρᾳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος, καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις, καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι, καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τό, Κύριε, ἐλέησον (τρίς). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.

Ὁ Ἱερεύς· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον (τρίς). Καὶ σῶσον ἡμᾶς Παναγία Παρθένε.
Εὐχὴ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.
(Παύλου Μοναχοῦ, Μονῆς Εὐεργέτιδος)

Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις, τῇ παραδόξῳ σου κυήσει, ἑνώσασα, καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπίς, καὶ τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον, μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καὶ τῇ τῶν ἡδονῶν τοῦ βίου ῥᾳθυμίᾳ γνώμης, δοῦλον γενόμενον. Ἀλλ᾿ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν, καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παῤῥησίᾳ χρωμένη, δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὑτοῦ ἀγαθότητος, καί, παριδών μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν, καὶ τῶν αὑτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με.

Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων, καὶ συμπαθής, καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ, θερμὴ προστάτις καὶ βοηθός, τὰς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα, καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με, καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου, τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα, καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καὶ τῆς ἀποῤῥήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινά μου, ὑπεραγία Θεοτόκε, διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως· χάριτι καὶ φιλανθρωπίᾳ, τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.
(Ἀντιόχου Μοναχοῦ, τοῦ Πανδέκτου)

Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς· καὶ διαφύλαξον ἡμᾶς ἀπὸ τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας, καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, τὰ καθ᾿ ἡμῶν δολίως κινούμενα· τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον, καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμησον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν, καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς, ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου, καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν, καὶ εὐλογεῖν, καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ πάλιν.
Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.
(Εὐχὴ τοῦ Ἁγίου Ἰωαννικίου).
Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον, Τριὰς ἁγία, δόξα σοι.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν·
Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, (τοῦ Ἁγίου τοῦ Ναοῦ καὶ τοῦ Ἁγίου τῆς ἡμέρας, ἐφ᾿ ὅσον ἑορτάζηται), καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. Ἀμήν.
Εἶτα ὁ Ἱερεὺς λέγει (ἀποκρινομένων ἡμῶν τό· Κύριε, ἐλέησον, συνεχῶς).
Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ.
Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.
Ὑπὲρ τῶν ἀπολειφθέντων πατέρων καὶ ἀδελφῶν ἡμῶν.
Ὑπὲρ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.
Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.
Ὑπὲρ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.
Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων.
Ὑπὲρ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.
Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.
Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.
Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.
Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον, (τρίς).
Θεοτοκίον. Ὁ Χορός, ψάλλει· Ἦχος γ´.
Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε, ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον; τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι. Διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

Ὁ Ἱερεύς· Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 https://proseuxi.gr/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Δημοφιλείς αναρτήσεις